# In Platonis Timaeum Commentaria 1.329.3

Proclus, In Platonis Timaeum Commentaria, 1.329.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.329.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.329.3

Πότερον ἢν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος [28B]. Πάσαις ταῖς διαλεκτικαῖς μεθόδοις χρῃσάμενος ἐν ταῖς ὑποθέσει — καὶ γὰρ τὸ ὃν ἀπὸ τοῦ γιγνομένου διεστείλατο, καὶ δριστικῶς ἐκάτερον αὐτῶν ἀποδέδωκε τί ἐστι καὶ ἀναλυτικῶς· ἀπὸ γὰρ τῶν γιγνομένων ἐπὶ τὰς αἰτίας αὐτῶν τὰς τε δημιουργικὰς καὶ παραδειγματικὰς ἀνέδραμε — καὶ δὴ καὶ περὶ ὀνομάτων ἀρρήτων τε καὶ ῥητῶν ἐνδειξάμενος ὅντως κατὰ τὸν τῶν Πυθαγορείων λόγον, ὃς φησι σοφώτατον μὲν εἶναι τὸν ἀριθμόν, δευτέρως δὲ τὸν τὰ ὀνόματα τοῖς πράγμασι θέμενον, ἐπὶ τὰς ἀποδείξεις τρέπεται τῶν περὶ τοῦ κόσμου προβλημάτων, καὶ πρῶτον αὐτοῦ τὸ εἶδος ζητῶν εὑρεῖν βούλεται, ποίας αὐτὸν μοῖρας δετέον, τῆς ἀεί οὐσίας, ἢ τῆς γεννητῆς. καὶ διὰ τοῦτο ἐρωτᾷ, πότερον ἀρχὴν τινὰ ἔχει γενέσεως ἢ οὐδεμίαν, οὐκ ἐρομένου, εἰ τῶν ἀεί ὄντων ἐστὶν ἢ τῶν γεννητῶν — δυνατόν γὰρ F ἢν αὐτὸν λέγειν μέσον τῶν γεννητῶν καὶ ἀεί ὄντων, ὡς τὴν ψυχὴν — ἀλλ’ εἰ ἀεί ἢν, γενέσεως οὐδεμίαν ἔχων ἀρχήν, ἢ γέγονεν ὁπωσοῦν, ἵνα καὶ τὸ ἄμφω μέσον περιλάβῃ, τὸ καὶ τινὰ ἀρχὴν ἔχον γενέσεως καὶ ἀεί ὄν. εἴτ’ ἐπιδειξας αὐτὸν κατὰ τὸ σῶμα γεννητὸν μόνως, κατ’ ἄλλο τι δάσει τὸ ἀγέννητον αὐτῷ, καθὼ καὶ ἐστὶ θεός, ὡς ἔσται τοῦ λόγου προιοῦντος ἐμφανές [34B]. τοιαύτης δ’ οὖν τῆς ζητήσεως οὐσίας Πλουτάρχος μὲν καὶ Ἀττικὸς καὶ ἄλλοι πολλοὶ τῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
