# In Platonis Timaeum Commentaria 1.346.1

Proclus, In Platonis Timaeum Commentaria, 1.346.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.346.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.346.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28BC] ἀλλὰ προσθεῖναι καὶ ὅτι δοξαστόν, ἐπειπερ ἡ μὲν αἴσθησις τὰς ἐνεργείας γινώσκει τῶν αἰσθητῶν πάσχουσα ὑπ’ αὐτῶν, ἡ δὲ δόξα καὶ τὰς οὐσίας· προεῖληφε γὰρ αὐτῶν τοὺς λόγους· ἵν’ οὖν αὐτὴν τὴν οὐσίαν ἀποφήνῃ γεννητὴν τῶν αἰσθητῶν, ἀπὸ τοῦ δοξαστοῦ πεποίηται τὴν κατασκευὴν. ἔτι τὸ μὴ προσθεῖναι τῷ γιγνομένῳ τὸ ἀπολλύμενον τὸ σέβας αὐτοῦ τὸ περὶ τὸν κόσμον ἀποδεικνύσι, καίτοι καὶ τοῦτο ἐστὶν ὅπη ἀληθές, ὥσπερ εἴπομεν πρότερον [p. 243, 14ss]. ὅμως τὴν γε τοῦ Πλάτωνος εὐλάβειαν καὶ τοῦτο δείκνυσιν. ἔχων γὰρ αὐτὸ ἐπόμενον ὅμως οὐ προσετίθησιν. ὁ καὶ θαυμάσειεν ἂν τις τῶν οἰομένων κατὰ χρόνον εἶναι τὸν κόσμον παρὰ τῷ Πλάτωνι γεννητόν. τοῦτο μὲν γὰρ δὴ τὸ γιγνόμενον, ὁ καλεῖ δοξαστόν, ἄμα καὶ ἀπολλύμενόν ἐστιν, ἐκεῖνο δὲ οὐχ ἄμα. ὁ δ’ οὖν κόσμος καὶ ἀπολλύμενός ἐστι καὶ ἄφθαρτος, οὐ κατὰ τὸ αὐτὸ δήπου καὶ ἀπολλύμενον αὐτὸν καὶ ἄφθαρτον τοῦ φιλοσόφου καλοῦντος· γελοῖον γάρ· ἀλλὰ ἄφθαρτον μὲν κατὰ χρόνον, ὥσπερ καὶ ἀγέννητον· εἰ γὰρ τὸ γεννητὸν φθαρτόν, ὡς ἐν Πολιτείᾳ [VIII 546A] γέγραπται, τὸ ἄφθαρτον ἀγέννητόν ἐστιν· ἀπολλύμενον δὲ ὡς ἑαυτὸ συνέχει μὴ δυνάμενον. ὡς γὰρ ὅσον ἐφ’ ἑαυτῷ ἀκίνητόν ἐστι τὸ σωματοειδὲς ἑτεροκίνητον ὄν, οὕτως ὅσον ἐφ’ ἑαυτῷ ἀπολλύμενόν ἐστιν ὡς ὑπ’ ἄλλου συνεχόμενον· οὐδὲν γὰρ σῶμα ἑαυτοῦ γεννητικὸν ἢ συνεκτικόν· πᾶν γὰρ τὸ γεννῶν ποιεῖ, πᾶν δὲ τὸ ποιοῦν ἀσώματον ἐστι· κἂν γὰρ σῶμα ἢ, δυνάμεσιν ἀσώματοις ποιεῖ· πᾶν ἄρα τὸ γεννῶν ἀσώματον ἐστι, καὶ πᾶν τὸ συνεκτικὸν ποιητικὸν τινὸς ἐστι — λέγω δὲ τῆς ἐνώσεως καὶ τοῦ ἀσχεδάστου — πᾶν δὲ τὸ ποιητικὸν ἀμερὲς· πᾶν ἄρα τὸ συνεκτικὸν ἀμερὲς ἐστι. τὸ οὖν ἑαυτοῦ συνεκτικὸν σῶμα μὲν εἶναι ἀδύνατον· οὐ γὰρ ἐστὶ τὸ συνέχειν σώματος· μεριστὸν γὰρ ἢ σῶμα, καθάπερ εἴρηται καὶ ἐν τῷ Σοφιστῇ πρὸς τοὺς πάντα λέγοντας σώματα· τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
