# In Platonis Timaeum Commentaria 1.347.2

Proclus, In Platonis Timaeum Commentaria, 1.347.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.347.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.347.2

δὲ συνέχον ἀμερῆς. εἰ δὲ τὸ συνεχόμενον σῶμα, τὸ δὲ συνέχον ἀσώματον, οὐκ αὐτὸ ἑαυτοῦ συνεπτικόν ἐστιν· ἀνάγκη ἄρα ἀμερὲς εἶναι τὸ ὑφ’ ἑαυτοῦ συνεχόμενον. ὡς οὖν κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ σῶμα πεπερασμένην ἔχει δύναμιν, οὕτω κατὰ τὴν ἑαυτοῦ φύσιν ἀπολλυμένον ἐστιν, οὐχ ὡς ἐπιτήδειον εἰς φθοράν, ἀλλ’ ὡς ἑαυτὸ σῴζειν οὐ πεφυκός, οὐδ’ ὡς δυνάμει φθαρτόν, ἵνα καὶ τὸ ἐνεργείᾳ ζητῆς, ἀλλ’ ὡς καὶ τὸ ἀφθαρτον ἑαυτῷ παρέχειν οὐ δυνάμενον. πόθεν οὖν ἔχει τὸ αἰδίον καὶ πόθεν τὴν ἄπειρον ὑποδέχεται δύναμιν; ἀπὸ τῆς ποιητικῆς, φαίην ἂν, αἰτίας· ὡς γὰρ κινεῖται ἐκεῖθεν, οὕτως καὶ γίνεται ἐκεῖθεν, καὶ ἀεὶ γίνεται· πᾶν γὰρ τὸ ἐξ ἀκινήτου γιγνόμενον αἰτίας ἀνέλειπτον ἔλαχε φύσιν, ὡς ποῦ φησι καὶ ὁ δαιμόνιος Ἀριστοτέλης. ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ὁ κόσμος ἔχει ἂν τὸ αἰδίον ἐξ ἀκινήτου δημιουργίας προιοῦν. ἐπειδὴ δὲ κατὰ τὴν οἰκείαν φύσιν γεννητόν ἐστιν, ἀεὶ γίνεται παρὰ τοῦ πατρός· διότι δὲ πᾶν ὅν καὶ ὅλον οὐκ ἐστιν ἀτελές, ἀεὶ πρὸς τὸ γίνεσθαι γέγονεν, ὅπου γε καὶ ἡ κίνησις αὐτοῦ ἀεὶ ἐν τέλει ἐστίν, ὡς φησι καὶ ἐκεῖνος. πολλῷ ἄρα ἡ κατὰ τὴν οὐσίαν γένεσις ἀεὶ ἐν τέλει ἐστίν, μιμουμένη τὴν τελειότητα τοῦ ποιούντος· ὥστε καὶ γίνεται ἀεὶ καὶ γέγονεν, ὅ ἀεὶ γίνεται, ὅλον ἅμα τὸ ἄπειρον τῆς γεννητικῆς αὐτοῦ δυνάμεως ὑποδέξασθαι μὴ δυνάμενος, ἀεὶ δὲ κατὰ τὸ νῦν δυναμούμενος εἰς τὸ εἶναι παρ’ αὐτῆς τῇ κατὰ τὸ νῦν θίξει τοῦ ἀπείρου, δεχόμενος ἐκεῖνον τι, καὶ τοῦτο διὰ τὸ διδόν καὶ οὐ δι’ ἑαυτόν, τὸ ἄπειρον λαβεῖν ὁμοῦ μὴ σθένων. καὶ οὕτως ἡ τε αἰδιότης μένει τοῦ κόσμου, καὶ ἡ γένεσις ἔχει χώραν. καὶ ταύτῃ γε οἱ ἄνδρες οὐ μάχονται, διαφέρουσι δ’ ὅμως, ὅτι Πλάτων [38BC] μὲν τὴν οὐσίαν τοῦ οὐρανοῦ τῷ παντὶ χρόνῳ συμπαρατείνεσθαι φησιν, Ἀριστοτέλης δὲ ἀεὶ οὖσαν ἀπλῶς ὑποτί-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
