# In Platonis Timaeum Commentaria 1.354.2

Proclus, In Platonis Timaeum Commentaria, 1.354.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.354.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.354.2

χαλεπὴν ἂν φαίης, διότι τῆς ἀκροτάτης ἔχεται θεωρίας ἡ τῶν μεταξὺ δυνάμεων εὕρεσις, τὴν δὲ ἀπὸ τῶν δευτέρων ὀλίγου δέω φάναι ταύτης χαλεπωτέραν· εἰ μὲν γὰρ μέλλοιμεν ἀπὸ τούτων τὴν οὐσίαν ὁρᾶσθαι τοῦ δημιουργοῦ καὶ τὰς ὅλας αὐτοῦ δυνάμεις, δεῖ τὴν τῶνδε τῶν ὑπ’ αὐτοῦ γεγεννημένων φύσιν τεθεάσθαι σύμπασαν τὰς τε ἐμφανεῖς ἀπάσας τοῦ κόσμου μερίδας καὶ τὰς ἀφανεῖς ἐν αὐτῷ φυσικὰς δυνάμεις, καθ’ ἃς ἡ ἐν τῷ κόσμῳ συμπάθεια καὶ ἀντιπάθεια τῶν μερῶν ὑφέστηκε, καὶ πρὸ τούτων τοὺς ἐστώτας φυσικοὺς λόγους καὶ τὰς φύσεις αὐτάς, τὰς τε ὀλιγωτέρας <καὶ τὰς μερικωτέρας>, ἄυλους αὖ καὶ ἐνύλους, θείας τε καὶ δαιμονίας καὶ τὰς τῶν θνητῶν ζῴων, ἐπὶ τὰ ὑπὸ τὴν ζώην γένη, τὰ μὲν αἰδία τὰ δὲ θνητά, καὶ τὰ μὲν ἄχραντα τὰ δὲ ἐνύλα, καὶ τὰ μὲν ὅλα τὰ δὲ μέρη, καὶ τὰ μὲν λογικὰ τὰ δὲ ἄλογα, τὰ τε κρεῖττονα ἡμῶν πληρώματα, δι’ ὧν πᾶν τὸ μεταξὺ συνδέδεται θεῶν τε καὶ τῆς θνητοειδοῦς φύσεως, καὶ ψυχὰς παντοίας καὶ θεῶν ἀριθμοὺς ἄλλους κατ’ ἄλλας τοῦ παντὸς μερίδας, τὰ τε ἄρρητα καὶ τὰ ῥητὰ συνθήματα τοῦ κόσμου, δι’ ὧν συνάπτεται τῷ πατρῴ· ὁ γὰρ ἄνευ τούτων ὁμῶν ἐπὶ τὴν τοῦ δημιουργοῦ θεωρίαν ἀτελέσερός ἐστι τῆς νοήσεως τοῦ πατρός· ἀτελὲς δὲ οὐδὲν τῷ παντελεῖ συνάπτεσθαι θέμις. ἀλλὰ δεῖ καὶ τὴν ψυχὴν κόσμον νοερὸν γενομένην καὶ ὁμοιωθεῖσαν εἰς δύναμιν τῷ ὅλῳ καὶ νοητῷ κόσμῳ προσάγειν ἑαυτὴν τῷ ποιητῇ τοῦ παντός, ἐκ δὲ τῆς προσαγωγῆς οἰκειωθῆναι πῶς αὐτῷ διὰ τῆς συνεχούς ἐπιβολῆς — ἡ γὰρ ἀδιάκοπος ἐνέργεια περὶ ἕκαστον ἐκκαλεῖται καὶ ἀναζωπυρεῖ τοὺς ἐν ἡμῖν λόγους — διὰ δὲ τῆς οἰκειώσεως εἰς τὴν θύραν καταστάσαν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
