# In Platonis Timaeum Commentaria 1.358.1

Proclus, In Platonis Timaeum Commentaria, 1.358.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.358.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.358.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28C] δεύτερον ἄρχοντα, καὶ ὁ αὐτὸς αὐτῷ γίνεται Ζεὺς καὶ Κρόνος καὶ Οὐρανός. πάντα γοῦν ταῦτά ἐστι τὸ πρῶτον, οὗ πάντα ὁ Παρμενίδης [141 Es] ἀφεῖλε, πᾶν ὄνομα καὶ πᾶσαν σχέσιν καὶ πάντα λόγον. καὶ ἡμεῖς μὲν οὐδὲ πατέρα τὸν πρῶτον ἠνεσχήμεθα καλεῖν, ὁ δὲ τὸ αὐτὸ καὶ πατέρα καὶ ἐγγονον καὶ ἀπόγονον ἀπέφηνεν. Ἀττικὸς δέ, ὁ τούτου διδάσκαλος, αὐτόθεν τὸν δημιουργὸν εἰς ταῦτόν ἄγει τάχαθῶ, καίτοι ἀγαθὸς μὲν καλεῖται παρὰ τῷ Πλάτωνι, τάχαθὸν δὲ οὗ, καὶ νοῦς προσαγορεύεται, τάχαθὸν δὲ αἴτιον ἀπάσης οὐσίας καὶ ἐπέκεινα τοῦ ὄντος ἐστίν, ὡς ἐν Πολιτείᾳ [VI 509 B] μεμαθήκαμεν. τί δ’ ἂν εἴποι καὶ περὶ τοῦ παραδειγματος; ἢ γὰρ πρὸ τοῦ δημιουργοῦ ἐστι, καὶ ἔσται τι τάχαθοῦ πρεσβύτερον, ἢ ἐν τῷ δημιουργῷ, καὶ ἔσται πολλὰ τὸ πρῶτον, ἢ μετὰ τὸν δημιουργόν, καὶ τάχαθόν, ὃ D μηδὲ θέμις εἰπεῖν, εἰς τὰ μετ’ αὐτὸ ἐπιστραφήσεται κακεῖνα νοήσει. μετὰ δὴ τούτους τοὺς ἄνδρας Πλωτῖνος [enn. 3, 9, 1] ὁ φιλόσοφος διττὸν μὲν ὑποτίθεται τὸν δημιουργόν, τὸν μὲν ἐν τῷ νοητῷ, τὸν δὲ τὸ ἡγεμονοῦν τοῦ παντός, λέγει δὲ ὀρθῶς· ἐστι γὰρ πως καὶ ὁ νοῦς ὁ ἐγκόσμιος δημιουργὸς τοῦ παντός. καὶ ὁ γε Ἀριστοτέλης — τοῦτο γὰρ ἀπεφήνατο εἶναι τὸ πρῶτον — καὶ τοῦτον εἰμαρμένην ἀπεκάλεσε καὶ τῷ τοῦ Διὸς ὀνόματι προσεῖπεν. ἐστι δὲ αὐ καὶ ὁ ἐξηρημένος πατὴρ καὶ ποιητής, ὃν ἐν τῷ νοητῷ τίθεται εἶναι, πᾶν τὸ μεταξὺ τοῦ τε ἑνὸς καὶ κόσμου νοητὸν καλῶν· ἐκεῖ γὰρ αὐτῷ καὶ ὁ ἀληθινὸς οὐρανὸς ἐστι καὶ ἡ βασιλεία τοῦ Κρόνου καὶ ὁ Διὸς νοῦς· οἷον εἰ τις ἔλεγεν ὅτι ἐν οὐρανῷ καὶ ἡ τοῦ Κρόνου σφαῖρα καὶ ἡ τοῦ Διὸς καὶ ἡ τοῦ Ἄρεως· τὸ γὰρ ὅλον νοητὸν ἐν πολλὰ ἐστι καὶ εἰς νοῦς πολλῶν νοητῶν περιληπτικός. ταῦτα μὲν οὖν ὁ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
