# In Platonis Timaeum Commentaria 1.392.3

Proclus, In Platonis Timaeum Commentaria, 1.392.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.392.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.392.3

'Ωδ' οὖν περὶ τε εἰκόνος καὶ περὶ τοῦ παραδείγματος αὐτῆς διοριστέον [29B]. Τρία ταῦτά ἐστιν ἔχοντα συμφυῶς ἀλλήλων, τὰ πράγματα, τὰ νοήματα καὶ οἱ λόγοι. κατὰ μὲν οὖν τὰ πράγματα καὶ τὰ νοήματα τὰς πρώτας ὑποθέσεις, κατὰ δὲ τοὺς λόγους τοῦτον ποιήσεται τὸν διορισμόν. ὅτε μὲν γὰρ διέκρινεν ἀπὸ τοῦ ὄντος τὸ γιγνόμενον, τῆς τῶν πραγμάτων D ἀντείχετο θεωρίας· ὅτε δὲ τὰς ἡμετέρας γνώσεις διώριζεν ἐπὶ τοῖς πράγμασι, τῆς τῶν νοημάτων· νῦν δὲ τοὺς λόγους μερίζων κατὰ τὰς διαφόρους γνώσεις τῶν λόγων ἡμῖν ἐπιδείξει τὴν διωρισμένην φύσιν· ὥστε εἶναι ταῦτα ἀλλήλοις ὁμόλογα, πράγματα διπλά, τὸ ὂν καὶ τὸ γενητόν, γνώσεις διπλάς, νόησιν καὶ δόξαν, λόγους διπτούς, μονίμους καὶ εἰκότας. καὶ πόθεν γὰρ ἄλλαχόθεν αἱ γνώσεις, ἢ ἀπὸ τῶν γνωστῶν; πόθεν δὲ ἡ διαφορότης τῶν λόγων, ἢ ἀπὸ τῶν γνώσεων; ἔνιοι μὲν οὖν φασιν, ὅτι λογογραφικόν ἐστι τὸ προδιορίζεσθαι, τίς δὲ τρόπος τῶν λόγων καὶ ὁποῖον εἶναι χρὴ τὸν ἀκροατήν, καὶ ὅτι τοῦτο καὶ Ἀριστοτέλης ἐξῆλωσε καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων. ἐγὼ δὲ ψαλὴν ἄν, ὅτι μιμεῖται τὴν δημιουργίαν αὐτὴν ὁ λόγος· ὡς γὰρ ἐκείνη προάγει μὲν καὶ ἀφανεῖς τοῦ κόσμου ἰδίας, ὑφίστησι δὲ καὶ τὸ ἔμφανές καὶ περιέχει καὶ τοῦδε τὸν ὅρον πρὸ τοῦ κόσμου παντός, οὕτω δὴ καὶ ὁ Τίμαιος ἔχεται μὲν τῆς τῶν πραγμάτων θεωρίας, ποιεῖται δὲ καὶ τὸ εἶδος τῶν λόγων οἰκείων τοῖς πράγμασι, προεῖληφε δὲ καὶ προδιορίζεται τῆς ὅλης E θεωρίας τὸν τρόπον τῶν λόγων, ἵνα πρὸς τοῦτον τὸν ὅρον ἀπευθύνῃ τὴν σύμπασαν διδασκαλίαν. διὰ τί οὖν μὴ πρότερον, ἀλλὰ νῦν; ὅτι μετὰ τὴν ἀπόδειξιν τοῦ γενητοῦ εἶναι τὸν κόσμον ἀναγκαίως διορίζεται, ποῖον εἶναι δεῖ τὸν περὶ τῶν αἰσθητῶν πραγμάτων λόγον, ἀλλ' οὐ πρότερον,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
