# In Platonis Timaeum Commentaria 1.397.1

Proclus, In Platonis Timaeum Commentaria, 1.397.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.397.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.397.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 29 C] εἰδὼν εἰκότας, τοῖς δὲ δευτέρως ὑποστᾶσιν, ὅ δὴ καὶ ἔστι τρίτα ἀπὸ τῆς ἀληθείας, τοιούτους, οἷους καὶ τοῖς κατὰ φύσιν εἰκαστοῖς· καὶ γὰρ τὰ εἰκαστὰ τῶν αἰσθητῶν εἰκόνες, ὥσπερ καὶ ἐκεῖνα πάντως, οἷον ἡ γεγραμμένη κλίνη τῆς ὑπὸ τοῦ τέκτονος γενοινίας. ἐπὶ δὲ κἀκεῖνο ἐνθυμητέον, ὅτι νῦν ὁ Πλάτων περὶ τῶν φυσικῶν εἰκόνων διαλέγεται καὶ διὰ τοῦτο καὶ τοὺς λόγους διχῇ διεῖλε· τὰ γὰρ πρὸς τὸ νοητὸν εἰκασθέντα τὰ φύσει ἔστιν, ἀλλ’ οὐ τὰ τέχνη· οὐ γὰρ κατὰ τινὰς ἰδέας ὁ τεχνίτης ποιεῖ ὃ ποιεῖ, εἰ καὶ δοκεῖ τοῦτο λέγειν ὁ ἐν Πολιτείᾳ [X 596B] Σωκράτης· ἀλλ’ ἐκεῖ μὲν τὰ εἰρημένα παραδείγματος εἴρηται χάριν καὶ οὐ περὶ αὐτῶν τῶν ἰδεῶν, ἀλλὰ περὶ τῶν ἐνταῦθα ἰδεῶν· ποιητὴν γὰρ αὐτῶν λέγει τὸν θεὸν καὶ δημιουργόν· τῶν δὲ ἰδεῶν οὐκ ἔστι δημιουργός. ἐν δὲ Πρωταγόρᾳ σαφῶς ἀποδέδεικται κατὰ τὸν Πλάτωνα μήτε ἐν ἡμῖν εἶναι λόγους τῶν τεχνῶν καὶ πολλῷ πλέον τῶν τεχνητῶν, μήτε ἐν θεοῖς αὐτῶν ἐστάναι παραδείγματα. ταῦτα οὖν οὐ πρὸς τὸ νοητὸν γέγονε. διεῖλε δὲ νῦν ὁ Πλάτων τοὺς λόγους εἰς τε τὸν περὶ τοῦ νοητοῦ καὶ τὸν περὶ τῆς εἰκόνος τοῦ νοητοῦ. τοῦτο γοῦν ἐνδεικνύμενος εἶπε τούτους δὲ τοῦ πρὸς μὲν ἐκεῖνο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας. ἀπεικασται δὲ πρὸς τὸ νοητὸν τὰ ἔργα τῆς φύσεως, οὐχὶ καὶ τὰ κατὰ τέχνην, ὡς οὐδὲ τὰ καθ’ ἕκαστα διωρισμένως, ἀλλ’ αἱ ἐπ’ αὐτοῖς κοινότητες. εἴρηται δὲ περὶ τούτων ἐν ἄλλοις.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
