# In Platonis Timaeum Commentaria 1.405.2

Proclus, In Platonis Timaeum Commentaria, 1.405.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.405.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.405.2

πορρωτάτω ὄντες ἐκείνων παχέως καὶ ἡμαρτημένως τῇ αἰσθήσει χωώμεθα. καὶ ἡμεῖς μὲν οὕτω· φύσιν γὰρ ἀνθρωπίνην ἐλάχομεν· ἡ δὲ ἀνθρωπίνη φύσις συνεισφέρει τὴν ἐνυλον ζωὴν τὴν ἐπιπροσθέμενην ὑπὸ τοῦ σώματος, τὴν μεριστήν, τὴν δεομένην καὶ τῶν ἀλόγων γνώσεων. αὐτοὶ δὲ οἱ 5 θεοὶ καὶ τὸ γεννητὸν ἀγεννήτως καὶ τὸ διαστατὸν ἀδιαστάτως ἐγνώκασι καὶ τὸ μεριστὸν ἀμερίστως καὶ τὸ ἐγχρονον διαιωνίως καὶ τὸ ἐνδεχόμενον ἀναγκαίως· αὐτῷ γὰρ τῷ νοεῖν πάντα γεννώσιν, ἃ δὲ γεννώσιν, ἐκ τῶν ἀμερῶν καὶ αἰωνίων καὶ ἀύλων εἰδῶν γεννώσιν· ὥστε καὶ νοοῦσιν αὐτὰ τοῦτον τὸν 10 τρόπον. μὴ γὰρ οἴηθῶμεν, ὅτι ταῖς τῶν γνωστῶν φύσεσιν αἱ γνώσεις χαρακτηρίζονται, μηδ’ ὅτι τὸ μὴ ἀφαρὸς οὐκ ἀφαρὸς ἐστι παρὰ θεοῖς, ὡς φησιν ὁ φιλόσοφος Πορφύριος — τοῦτο γὰρ αὐ̓ ἐκεῖνος ἀνεφθέρητο, ὅπερ τ’ ἀρρητον ἀμείνων [Hom. ξ 466] — ἀλλ’ ὅτι ταῖς τῶν γνωσκόντων διαφοραῖς 15 ἄλλοιός γίνεται τῆς γνώσεως ὁ τρόπος· τὸ γὰρ αὐτὸ γνώσκει θεὸς μὲν ἡνωμένος, νοῦς δὲ ὀλίκως, λόγος δὲ καθολικῶς, φαντασία δὲ μορφωτικῶς, αἰσθησις δὲ παθητικῶς. καὶ οὐχ ὅτι τὸ γνωστὸν ἐν, μία καὶ ἡ γνῶσις. ἐτι δέ, εἰ αἱ γνώσεις κατ’ οὐσίαν εἰσὶν ἐπὶ τῶν θεῶν καὶ ἐστιν οὐκ 20 ἐπίκτητος ἡ νόησις αὐτῶν, ὡς εἰσίν, οὕτω καὶ γινώσκουσιν, ἃ γινώσκουσιν· εἰσὶ δὲ ἀύλοι καὶ αἰώνιοι καὶ ἡνωμένοι καὶ ἀχραντοὶ· καὶ γινώσκουσιν ἄρα ἀύλως, αἰωνίως, ἡνωμένως, ἀχράντως· τὸ ἄρα ἕνυλον ἀύλως καὶ τὸ διεσπαρμένον πλήθος ἐνοειδῶς καὶ τὸ κατὰ χρόνον μεταβαλλόμενον μονι- 25 μως καὶ αἰωνίως καὶ τὸ παρὰ φύσιν πᾶν καὶ σκοτεινὸν καὶ μὴ καθαρὸν ἀχράντως προειλήφασι. τοῦτο μὲν οὖν μὴ καὶ περιττὸν ἢ πλεῖονος ἀξιοῦν παραμυθίας· τόδε δὲ αὐ̓ ληπτέον ἀπὸ τῶν εἰρημένων, ὅτι καὶ παρὰ τὴν ἡμετέραν ἀσθένειαν γίνεται τὸ μὴ ἀκριβῆς ἐν τῇ θεωρίᾳ τῶν τοῦ ὄντος εἰκόνων· 30 δεόμεθα γὰρ καὶ φαντασίας καὶ αἰσθήσεως καὶ ὀργάνων ἄλλων τῶν πολλῶν πρὸς τὴν γνῶσιν. οἱ δὲ θεοὶ τῷ ἐνὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
