# In Platonis Timaeum Commentaria 1.406.1

Proclus, In Platonis Timaeum Commentaria, 1.406.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.406.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.406.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 29 CD] αὐτῶν καὶ τῇ θεία νοήσει καὶ ταῦτα συνῃρήκασι. ἐπὶ μὲν γὰρ τῶν ὑπὸ σελήνην ἀγαπῶμεν ἐλεῖν τὸ ὡς ἐπὶ τὸ πολὺ διὰ τὸ τῆς ὑποκειμένης αὐτοῖς ὕλης ἀστάθητον· ἐπὶ δὲ τῶν οὐρανίων πάλιν αἰσθήσει χρώμενοι καὶ ὀργάνοις ἀναπιμπλάμεθα πολλοῦ τοῦ εἰκότος, καὶ διὰ ταῦτα καὶ ἐπ’ ἐκεῖνον τὸ ἐγγὺς ἀγαπητὸν ἡμῖν, πόρρω κατακριμένοις ἐν τῷ πυθμένι, φασί, τοῦ παντός. δῆλον δὲ καὶ ἀπὸ τῶν περὶ αὐτῶν πραγματευσαμένων ἀπὸ διαφεροουσῶν ὑποθέσεων τὰ αὐτὰ περὶ αὐτῶν συναγόντων, τῶν μὲν διὰ τῶν ἐκκέντρων, τῶν δὲ διὰ τῶν ἐπικύκλων, τῶν δὲ διὰ τῶν ἀνειλιττουσῶν τὰ φαινόμενα σφῶντων. τί οὖν; φαίη τις ἂν· ἀγαπήσωμεν παρὰ Πλάτωνος φυσιολογοῦντος ἀκούοντες ὅπόσα καὶ τῶν ἄλλων, καὶ στέξωμεν τὸ μηδενὸς ἧττον. ἢ μάλιστα μὲν τοῖς ἐμφροσιν οὕτω περὶ αὐτῶν ἀρμόσει λέγειν, τὸ μεταξὺ διώκουσιν εἰρωνείας καὶ ἀλαζονείας· τῆς μὲν γὰρ εἴη ἂν τὸ φάναι ‘πάντων μᾶλλον’, τῆς δὲ τὸ ‘πάντων ἧττον’, μεσότης δὲ τὸ ‘μηδενὸς ἧττον’. ἔπειτα τὸ μηδενὸς ἧττον οὐ μόνον λέγοι ἂν τῶν ἤδη προγεγονότων καὶ θεατῶν τῆς φύσεως, ἀλλὰ καὶ αὐτῶν τῶν πραγμάτων τῶν εἰκότων, ὡς ἂν εἰ ἔλεγεν· εἰ μηδενὸς ἧττον τῶν πραγμάτων καὶ αὐτοὶ παρεχόμεθα λόγους εἰκότας μὴδ’ ἀπολειφθείημεν τῆς φύσεως τῶν γνωστῶν, ἀγαπητέον· θεοὶ μὲν γὰρ καὶ κρεῖττόνως αὐτὰ γινώσκουσιν, ἡμῖν δὲ ἀγαπητόν, εἰ καὶ ἐγγὺς αὐτῶν βάλλομεν· ἄνθρωποι γάρ ἐσμεν καὶ ἐν σώματι κατατετάχμεθα καὶ μερικὸν εἶδος ζωῆς προβεβλήμεθα καὶ αὐτοῦ πολλοῦ τοῦ εἰκότος ἀναπεπλήσμεθα, ὥστε εἰκότως καὶ μύθοις ἑοικότας ἑροῦμεν λόγους· πολλῆς γὰρ τῆς παχύτητος καὶ τῆς ἀλογίας, ἣν ὁ μῦθος ἐνδείκνυται, ὁ ἡμέτερος λόγος ἐστὶν ἀναπεπλησμένος, καὶ δεῖ τῇ ἀνθρωπίνῃ φύσει συγγινώσκειν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
