# In Platonis Timaeum Commentaria 1.407.3

Proclus, In Platonis Timaeum Commentaria, 1.407.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.407.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.407.3

Ἐν μὲν τῇ Πολιτείᾳ τοῦ Σωκράτους διατιθέντος τοὺς λόγους σιωπῇ παρῆν ὁ Τίμαιος, οὐκ ἐνδεικνύμενος τὰς ἑαυτοῦ κρίσεις περὶ τῶν λεγομένων. ἐνταῦθα δὲ ὁ Σωκράτης θαυμαστῶς ὡς ἀποδέχεται τὸν Τίμαιον, ἐπειδὴ καὶ ἐν τοῖς πράγμασιν, ὧν τὰ πρόσωπα εἰκόνες, τῶν μὲν δευτέρων ἐνεγούντων αὐτὰ ἐν ἑαυτοῖς ἴδρυται τὰ πρῶτα καὶ οὐκ ἐξίσταται ἑαυτῶν οὐδὲ νεύει πρὸς τὰ χεῖρω, τῶν δὲ θειοτέρων κινουμένων ἐπαίρεται καὶ τὰ κοιλότερα πρὸς τὴν μετουσίαν αὐτῶν δι’ ἑρωτος παμπόλλου καὶ θαύματος. εἰκῶς ἄρα καὶ ὁ Σωκράτης ἐν τούτοις εὐφημίαν πᾶσαν περὶ τὸν Τίμαιον καταβάλλεται· διὰ γὰρ αὐτοῦ τοῦ θαύματος μειζόνως συνάπτεται πρὸς αὐτόν. καὶ μὴν καὶ τὸ ἄριστον ἐνδεικνύται μὲν καὶ τὸ τέλειον καὶ τὸ νοερὸν τῆς τοῦ Τιμίου διδασκαλίας καὶ τὸ ἐπιστημονικὸν καὶ τὸ ἱκανόν, ἐνδεικνυται δὲ αὐτοῦ καὶ τὴν πρὸς τὸν δημιουργὸν ἀναλογίαν· ὡς γὰρ ἐκεῖνος τῶν αἰτίων ἄριστος ἐν τοῖς ἔργοις, οὕτω δή καὶ οὗτος ἄριστος ἐν τοῖς λόγοις. καὶ τὸ παντάπασιν ὡς κελεύεις ἀποδεκτέον ὁποῖον εἶναι προσήκει τὸν ὀρθῶς ὑποδεξόμενον τοὺς περὶ τῶν θείων λόγους ἐπιδείκνυσιν· ὅτι δή λικαρῶς μὲν ἀντεχόμενον τοῦ διδάσκοντος, ποιούντα δὲ παντὶ σθένει τὸ ὑπ’ ἐκείνου προσταττόμενον, πείθοντα δὲ ἑαυτόν, ὡς ὀρθῶς ἔχει πείθεσθαι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
