# In Platonis Timaeum Commentaria 1.409.1

Proclus, In Platonis Timaeum Commentaria, 1.409.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.409.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.409.1

356 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 29 D] ὁ Τίμαιος ἀπὸ τοῦ ἀγαθοῦ ποιεῖται τὴν ἀρχὴν ὁμητηρίων αὐτῷ κάλλιστον εἶναι νομίζων τὴν τῆς τελικῆς αἰτίας εὕρεσιν· ὡς γὰρ πάντων τῶν ὄντων αἴτιόν ἐστι τἀγαθόν, οὕτω δεῖ καὶ τὴν τοῦ κόσμου γένεσιν ἀπὸ ταύτης προίέναι τῆς C ἀρχῆς πρωτίστης· πάντα γὰρ ἐκ τοῦ ἀγαθοῦ, καὶ ὅσων μὴ ἐστιν αἴτιος ὁ δημιουργικὸς νοῦς, τούτων αἴτιον τἀγαθόν, ὡσπερ τῆς ὕλης, καὶ ὅσων μὴ ἐστιν ὑποστατικὸν τὸ παράδειγμα, καὶ ταῦτα ἐκεῖθεν ὑφίσταται· πάντα γὰρ ἐκεῖνον ἕνεκά ἐστι, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, ὡς εἴρηται ἐν Ἐπιστολαῖς [312 E]· διὸ καὶ τὰ ἄλλα αἴτια πρὸς ταύτην ἀναπέμπει τὴν μίαν αἰτίαν ὁ Τίμαιος. τὸ γὰρ εἶδος τοῦ κόσμου διὰ τῶν ὑποθέσεων ἀνευρὼν καὶ τὸ παραδειγματικὸν καὶ τὸ ποιητικὸν αἴτιον νῦν ἐδηλήσει τὴν κυριωτάτην καὶ πρεσβυτάτην ἀποδοῦναι τῶν αἰτίων, τὴν τελικήν, ἣν δεῖ διαφερόντως ἐπὶ τῆς ὅλης δημιουργίας ἐπιποθεῖν· ὅπου γὰρ καὶ ὁ κατὰ νοῦν ζῶν ἄνθρωπος τοῦ ἀγαθοῦ πάντα πραγματεύεται χάριν, πῶς μᾶλλον αὐτὸς ὁ νοῦς καὶ ὁ θεῖος νοῦς οὐχὶ τῆς τελικῆς αἰτίας ἕνεκα πάντα δημιουργεῖ; κἂν γὰρ δοκῇ πολλάκις ὁ σπουδαῖος τοῦ σώματος ἕνεκά τι πράττειν ἢ ὅλως τῶν χειρόνων, οὐ τοῦτ’ ἐστὶ τὸ τέλος, τὸ τοῦ σώματος ἢ τὸ τοῦ χειρόνου ἀγαθόν, ἀλλὰ γὰρ καὶ τοῦτο πράττει τῆς πρὸς τὸ θεῖον ὁμοιότητος ἕνεκα καὶ D ἐκείνην ποιεῖται τὸ σκοπιμώτατον τέλος· πῶς δὴ οὖν μειζόνως ὁ τοῦ παντὸς δημιουργὸς τοῦ ἀγαθοῦ χάριν ἂν δημιουργοῖ καὶ τῆς τελικῆς αἰτίας; οὐ γὰρ ἄσκοπον οὐδὲ ἀόριστον ποιεῖται τὴν ἐνέργειαν. διὸ μοι δοκεῖ καὶ ὁ Πλάτων μηδὲ ζητῆσαι τὴν ἀρχήν, εἰ ἔστι τελικὸν αἴτιον τῆς τοῦ κόσμου συστάσεως, ἀλλ’ ὡς τούτου παρὰ πᾶσιν ὁμολογουμένου ζητεῖν, τί τὸ τελικόν ἐστιν αἴτιον· νοῦς γὰρ ὑπόκειται δημιουργὸς καὶ θεός, ἀλλ’ οὐ τὸ αὐτόματον, ὡσπερ τινὲς φασιν. εἰ δὲ νοῦς τὸ ποιοῦν, ἔστι δήπου τὸ οὐ ἕνεκα ἐν τῇ δημιουργίᾳ· ὡς γὰρ ψυχὴ κατορθωμένη πάντα

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
