# In Platonis Timaeum Commentaria 1.412.8

Proclus, In Platonis Timaeum Commentaria, 1.412.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.412.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.412.8

ἐνώσεώς ἐστι σημαντικὴ καὶ τῇ ἡ δὲ στάσις δηλοῖ τὸ ἐδραῖον ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 29E] νοητῶν πάντων βασιλεύοντος· καὶ ὅλως πᾶς θεὸς τι ἀγαθὸν ἐστιν, ὁ μὲν δημιουργικόν, ὁ δὲ ἐφορογνικόν, ὁ δὲ τελε- D σιουργόν, τἀγαθὸν δὲ οὐ τι ἀγαθόν, ἀλλ’ ἀπλῶς ἀγαθόν. ἂν δὲ εἴπης δημιουργικόν, ἑλαττοῖς αὐτοῦ τὸ ἀπλῶς. τούτων δὲ διακεκριμένων αὐτὴν λοιπὸν ἐπισκοποῦντες τὴν εἰσβολὴν τοῦ λόγου πρῶτον ἐκεῖνο λέγομεν, ὅτι ὥσπερ τὸ εἶδος τὸ κοσμικὸν ἐπίζητὸν καὶ ἐφρόμενος, πότερον γέγονεν ὁ κόσμος ἢ ἀγέννητός ἐστιν, ἐπήγαγε [28 B] πρὸ τῆς ὅλης ἀποδείξεως τὸ γέγονε, καὶ ὥσπερ τὸ παραδειγματικὸν διερευνώμενος αἴτιον προὔλαβε [29 A] τὸ παντὶ δὴ σαφές, ὡς πρὸς ἀίδιον, τὸ συμπέρασμα πρὸ τοῦ παντὸς λόγου τιθεὶς, οὕτω δὴ καὶ τὸ τελικὸν ἐφ’ ἅπασιν εὑρεῖν προθέμενος ἐπήγαγε τὸ ἀγαθὸς ἦν, νοῦν διὰ τῆς ἀναφωνήσεως ταύτης μιμούμενος καὶ τὴν ἀθρόαν τοῦ παντὸς περίληψιν. ἐν γὰρ τῷδε τῷ κώλῳ περιέχεται πᾶν τὸ ζητούμενον, διότι τοῦτό ἐστι τὸ τελικὸν αἴτιον, ἡ ἀγαθότης, ἡ τε ἀπλῶς καὶ ἡ δημιουργικὴ ἀγαθότης· ὡς γὰρ παράδειγμα διττόν, τὸ μὲν νοητὸν ἐστι, τὸ δὲ νοερόν, καὶ τὸ μὲν ἐπὶ πρὸ τοῦ δημιουργοῦ, πρῶτως αἰώνιον καὶ ἡνωμένον καὶ πάντων τῶν E νοητῶν ζῴων περιληπτικόν, τὸ δὲ ἐν τῷ δημιουργῷ τῶν ὅλον δημιουργικὸν ἀριθμὸν τῶν εἰδῶν περιέχον ἐνιαίως, οὕτω δὴ καὶ ἀγαθότης ἄλλη μὲν ἀπλῶς, ἄλλη δὲ ἡ ἐν τῷ δημιουργικῷ νῷ, καὶ ἡ μὲν πηγὴ τῶν ἀγαθῶν ἐστι πάντων νοητῶν τε καὶ νοερῶν καὶ ὑπερκοσμίων καὶ ἐγκοσμίων, ἡ δὲ τις ἀγαθότης οὕσα τῶν μὲν ἐστιν αἰτία καὶ πηγὴ, τῶν δὲ ὑφεμένην ἔλαχε τάξιν. εἰ γὰρ ἐθέλοιμεν ἐξετάσαι, τί τὸ ποιοῦν θεὸν νοητὸν ἢ νοερὸν ἢ ὑπερουράνιον ἢ ἐγκόσμιον, οὐκ ἂν ἕτερον οὐδὲν εὑροίμεν ἢ τἀγαθόν. τί γὰρ τὸ ποιοῦν ἕκαστον τῶν σωμάτων ἐμψυχον ἢ τὸ ὄνδαλμα τῆς ψυχῆς; τί δὲ τὸ ποιοῦν τὰς νοερὰς ψυχὰς τοιαύτας, ἢ ὁ ἐν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
