# In Platonis Timaeum Commentaria 1.432.2

Proclus, In Platonis Timaeum Commentaria, 1.432.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.432.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.432.2

σωθήσεται τῶν ὄντων, εἰ τὰ μὲν ὅλα προϋπάρχει καὶ αὐτοκίνητα τὰ τε μερικὰ καὶ ἑτεροκίνητα, τὰ δὲ μεταξύ τούτων ἐκποδῶν ποιήσαμεν αὐτοκίνητα μὲν ὄντα, μερικὰ δὲ ὅμως, καὶ διὰ μὲν τὸ μερικὸν εἶδος ἐν σχέσει γινόμενα, διὰ δὲ 5 τὸ αὐτοκίνητον ἀπολυόμενα ποτὲ τῆς σχέσεως; ἀναγκαῖον ἄρα καὶ ταύτην εἶναι τὴν ψυχήν, μέσον ἐν τοῖς οὖσι καὶ σύνδεσμον τῶν οἷον ἀπ’ ἐναντίας ἀλλήλοις τεταγμένων, καὶ οὐ διὰ τοῦτο κατὰ φύσιν αὐτὴ τὸ κακόν, ἐπειδή κατ’ οὐσίαν ἐστὶ κυρία τῶν αἰρέσεων· καὶ γὰρ τὸ σῶμα κατ’ οὐσίαν 10 ἔχει τὴν πρὸς τὴν νόσον ῥοπὴν· φθαρτὸν γὰρ ἢν κατ’ οὐσίαν· ἀλλ’ οὐ κατὰ φύσιν ἡ νόσος· διὸ καὶ ἡ νόσος αὐτὴ τῇ μὲν μερικῇ φύσει κακόν, ἢ τοῦ τὸ σῶμα συνέχειν ἕλαχε, τῇ δὲ ὁλότητι τῶν σωμάτων ἀγαθόν· ἔδει γὰρ μεταβάλλειν D εἰς ἄλλο τὸ ἐξ ἄλλων γεγονός. ὥσπερ οὖν τῇ ἐν ἡμῖν φύ- 15 σει τὸ μεταβάλλειν τὴν τροφὴν ἀγαθόν, εἰ μέλλοι σῴζεσθαι τὸ ζῷον, οὕτω δὴ καὶ τῇ πάσῃ φύσει τὸ φθαρῆναι τὸ μέρος ἀγαθόν, εἰ μέλλοι σῴζειν τὰς ὁλότητας ἀεὶ πρὸ τῶν μερῶν· εἰ γὰρ ἐξ αὐτῶν μὲν γίνοιτο τὰ μέρη, μένοι δὲ γινόμενα, ταχὺ ἂν πάντα δαπανηθεῖη τῶν ὅλων μερικῶν 20 γεγονότων· ἐκ γὰρ πεπερασμένων συνεχούς ἀφαιρέσεως γιγνομένης ἀνάγκη τὸ σύμπαν ἐκλείπειν. τούτων δὲ οὐκ ὄντων ἢ στήσεται ἢ γένεσις, ἢ ἐξ ἄλλων ἢ μεταβολὴ τοῖς μερικοῖς ἔσται. τοῦτο δὲ ἢν τὸ ἐξ ἀρχῆς, ὅ καὶ τῶν ὅλων ἔδει γίνεσθαι σφζομένων· ὡς δὲ τὸ τῇ μερικῇ φύσει κακὸν τῇ ὅλῃ 25 ἀγαθόν, οὕτω δὴ καὶ τὸ τῇ μερικῇ ζωῇ κακὸν τῇ ὅλῃ ζωῇ ἀγαθόν ἐστιν. ἐπὶ τοίνυν καὶ κατ’ ἄλλον τρόπον ἐξ ἀρχῆς ἀναλαβόντες τὴν ἐρώτησιν λέγωμεν· εἰ γὰρ τις ἐρωτοῖ ἡμᾶς, πότερον ἠβούλετο εἶναι τὸ κακὸν ὁ θεὸς ἢ οὐκ ἠβούλετο, ἀμφότερα φήσομεν. ἠβούλετο μὲν γὰρ ὡς πᾶσι τὸ 30 εἶναι χορηγῶν· πᾶν γὰρ τὸ ὁποσοῦν ὅν ἐν τῷ παντὶ παρὰ τῆς δημιουργικῆς προῆλθεν αἰτίας· οὐκ ἠβούλετο δὲ ὡς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
