# In Platonis Timaeum Commentaria 1.434.1

Proclus, In Platonis Timaeum Commentaria, 1.434.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.434.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.434.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30 A] οὔτε ἐν ταῖς λογικαῖς· πᾶσαι γὰρ τοῦ ἀγαθοῦ ὀρέγονται· οὔτε ἐν ταῖς ἀλόγοις· καὶ γὰρ αὗται κατὰ φύσιν ἐνεργοῦσιν· ἀλλ’ ἐν τῇ πρὸς ἀλλήλας αὐτῶν ἀσυμμετρῖᾳ. ἐν δὲ σώμασιν οὔτε ἐν τῷ εἴδει· κρατεῖν γὰρ ἐθέλει τῆς ὕλης· οὔτε ἐν ταύτῃ· ἐφίεται γὰρ τοῦ κοσμεῖσθαι· ἀλλ’ ἐν τῇ ἀσυμμετρῖᾳ τοῦ εἴδους πρὸς τὴν ὕλην. ᾧ καὶ δῆλον, ὅτι πᾶν τὸ κακὸν κατὰ παρυπόστασιν ἐστι, καὶ τοῦτο δὲ ὅμως ὑπὸ τοῦ ἀγαθοῦ χροννύμενον ὑφέστηκεν· ὥστε πάντα ἀγαθὰ διὰ τὴν τοῦ θεοῦ βούλησιν, καὶ οὐδὲν ξημον ἀγαθοῦ κατὰ δύναμιν, εἰ καὶ ὁπωσοῦν ἐστὶ τὸ κακόν· οὐ γὰρ ἦν γενέσεως οὐσης μὴ καὶ τοῦτο παρφυεστάται, ἀναγκαῖον ὂν πρὸς τὴν τελειότητα τῶν ὅλων. περὶ μὲν οὖν τῶν κακῶν, ὅπως τε ὑφέστηκε καὶ ὁποίας ἐκ θεῶν καὶ ταῦτα τυγχάνει προνοίας, πρὸς μὲν τὸ παρὸν ἱκανὰ καὶ ταῦτα· εἰρηται δὲ ἐν ἑτέροις περὶ αὐτῶν ἐπὶ πλέον. ἐκεῖνο γε μὴν δῆλον ἐκ τῶν εἰρημένων, ὡς οὔτε βούλησις τοῦ θεοῦ μάταιός ἐστι· πάντα γὰρ ἀγαθὰ τῷ θεῷ καὶ οὐδὲν ἐστι τῶν ὄντων ὃ μὴ κεκράτηκε τῇ τοῦ ἀγαθοῦ μοίρᾳ· οὔτε τὸ κατὰ δύναμιν προσῆρχεται περιττῶς· οὐ γὰρ τὴν ἀτελῆ σημαίνει δύναμιν, ἀλλὰ τὴν κρατοῦσαν πάντων καὶ διὰ περιουσίαν τῶν ἀγαθῶν πάντα ἀγαθύνουσαν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
