# In Platonis Timaeum Commentaria 1.444.2

Proclus, In Platonis Timaeum Commentaria, 1.444.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.444.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.444.2

καὶ μετάσχη τῆς τάξεως. ἀλλ’ ἐκεῖνοι μὲν θεολογικῶς· αὐτούς γὰρ τοὺς προεστάτας τῶν σωμάτων ἀντιπάττουσι τοῖς Ὀλυμπίοις· ὁ δὲ Πλάτων φιλοσόφως ἀπὸ τῶν θεῶν ἐπὶ τὰ διοικούμενα τὴν τάξιν μετήγαγε. Φέρε δὴ οὖν καὶ ὅσα ὁ φιλόσοφος Πορφύριος ἐν τούτοις ἱεροπρεπῆ νοήματα παραδέδωκε, συντόμως περιλάβωμεν. Πρῶτον μὲν οὖν ἀποτείνεται πρὸς τοὺς περὶ Ἀττικὸν πολλάς ὑποτιθεμένους ἀρχὰς συναπτοῦσας ἀλλήλοις τὸν δημιουργὸν καὶ τὰς ἰδέας, οἱ καὶ τὴν ὕλην ὑπὸ ἀγενήτου φασὶ κινουμένην ψυχῆς, ἀλόγου δὲ καὶ κακεργέτιδος, πλημμελῶς καὶ ἀτάκτως φέρεσθαι, προὔφιστάσι κατὰ χρόνον τὴν μὲν ὕλην τοῦ αἰσθητοῦ, τὴν δὲ ἀλογίαν τοῦ λόγου, τὴν δὲ ἀταξίαν τῆς τάξεως. ἔστω δὴ οὖν, ὡς φασιν, ὕλη καὶ θεὸς ἀγέννητα ἄμφω ἀπ’ αἰτίας. οὐκοῦν τὸ μὲν ἀγέννητον αὐτοῖς κοινόν· διαφέρει δὲ ὅμως ἀλλήλων· ἄλλω ἄρα τινὶ καὶ οὐ τῷ ἀγεννήτῳ. ἐκεῖνο οὖν, ᾧ διαφέρει ἀλλήλων, οὐκ ἂν εἴη ἀγέννητον. γεννητὸν ἄρα. ἀλλὰ ἀδύνατον τὰ ἀγέννητα τῷ γεννητῷ διαφέρειν. ἔπειτα τί τὸ τῆς διακρίσεως αὐτοῖς αἴτιον καὶ ποιήσαν τὸ μὲν σωστικόν, τὸ δὲ φθαρτικόν; εἰ μὲν γὰρ τὸ ἀγέννητον, ἄτοπον· ἦν μὲν γὰρ ἂν πᾶν τὸ ἀγέννητον σωστικόν, ἢ πᾶν τὸ ἀγέννητον φθαρτικόν, εἴπερ τὸ ἀγέννητον ἐποίει σωστικὸν τὸν θεόν, ἢ τὸ ἀγέννητον τῆς ὕλης φθαρτικὸν τὴν ὕλην. εἰ δὲ ἄλλο τι λεκτέον ἐκεῖνο, πότερον καὶ αὐτὸ ἀγέννητον ἢ γεννητόν; εἰτε γὰρ γεννητὸν τῶν ἀγενήτων αἴτιον, ἄτοπον· εἰτε ἀγέννητον, πῶς τῶν πάντων ἀγενήτων ἄλλο αἴτιον ἀγέννητον; οὐδὲν γὰρ μᾶλλον ἐκεῖνο τούτοις αἴτιον ἢ ταῦτα ἐκείνῳ, πάντων καθἄπερ ἀγενήτων ὄντων· ὥστε πάλιν ἄλλο πρὸ τούτων ζητήσομεν αἴτιον αὐτῶν τῆς διαφορᾶς, καὶ ἐπ’ ἄπειρον ἡ ἄνοδος ἔσται· εἰ γὰρ μηδὲν ἔσται αἴτιον τοῖς διαφέροσι τῆς διαφορᾶς καὶ τοῦ τὸ μὲν εἶναι σωστικόν, τὸ δὲ φθαρτικόν, τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
