# In Platonis Timaeum Commentaria 1.445.1

Proclus, In Platonis Timaeum Commentaria, 1.445.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.445.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.445.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30A] τυχαῖον ἐπικρατήσει τῶν ἀρχῶν· αἰτίας γὰρ ἀνηρημένης ἡ συνδρομὴ τῶν τοιούτων ἀρχῶν ἄλογος ἔσται καὶ ἀναίτιος. ἔτι δὲ τὸ τὸ κακὸν διαιώνιον ποιεῖν ὥσπερ καὶ τὸ ἀγαθόν, ἄτοπον· οὐ γὰρ ὁμότιμον τῷ θείῳ τὸ ἄθεον οὔδ’ ἐπίσης ἀγέννητον οὔτε ὅλως ἀντιδιηρημένον· τί γὰρ μᾶλλον αὐταρκές ἐστι θάτερον ἢ ἕτερον ἢ ἀμετάβλητον, εἴπερ ἐκάτερον αὐτῶν ἐξ ἀιδίου, μηδὲν τοῦ λοιποῦ προσδεόμενον; ἔτι D τοίνυν, εἰ τὸ μὲν ἐπιτήδειον πρὸς τὸ κοσμεῖσθαι, τὸ δὲ πρὸς τὸ κοσμεῖν, πόθεν αὐτοῖς ἡ ἐπιτηδειότης; δεῖ γὰρ εἶναι τι τὸ συνάπτον ἄμφω καὶ ποιοῦν σύμμετρα ἀλλήλοις· οὐ γὰρ πον ταῦτα ἀπεσπασμένα ἀλλήλων καὶ ἐναντίως ἔχοντα ἑαυτὰ ἐπιτήδεια πρὸς τὴν σύνοδον ἀπεργάζεται. εἰ μὴ ἄρα καὶ τοῦτο ἀπὸ ταυτομάτων γίγνεσθαι φαῖεν, οὐδὲ τοῦ Ἀθηναίου Ξένου [leg. X 891C] λέγοντος ἀκούοντες πηγὴν ἀνοήτου δόξης εἶναι ταύτην, εἴ τις φησὶ πρὸ λογισμοῦ τὸ ἄλογον εἶναι καὶ πρὸ τῆς νοερᾶς τέχνης τὸ τυχαῖον ἐπικρατεῖν, οὔδ’ τοῦ Σωκράτους ἐν Πολιτείᾳ λέγοντος μὴ δεῖν ἐπὶ τοῦ πλήθους μένειν, ἀλλὰ ἀνατρέχειν ἀπὸ τῶν πολλῶν ἐπὶ τὰς κοινὰς αὐτῶν μονάδας. ἔτι τὴν ἀνωτάτω ἀρχὴν οὐ ταύτῃ μόνον χαρακτηρίζειν δεῖ τῷ μὴ ἔχειν ἄλλην ἀρχὴν — τοῦτο γὰρ οὕτω δείκνυσι τὴν ἀξίαν αὐτῆς — ἀλλὰ τῷ πάντα ἐξ αὐτῆς. εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν ἀρχαὶ πλείους μιᾶς· ἔσται γὰρ οὕτως οὐ πάντων αἴτιος ὁ θεός, ἀλλὰ τινῶν. εἰ δὲ καὶ τῆς ὕλης ἀρχοι, μία ἡ ἀρχὴ καὶ οὐ πολλαί. ἔτι δέ, εἰ ἐν τούτῳ ἔχοι τὸ εἶναι ἀρχή, ἐν τῷ E τινῶν εἶναι καὶ κοσμεῖν τὸ ἄτακτον, ἄμα ἔσται τοῖς ἐξ αὐτῆς, καὶ οὐδὲν μᾶλλον ἀνηρημένης τῆς ἀρχῆς ἐκποδῶν τὰ μετ’ αὐτήν, ἢ τούτων μὴ ὄντων ἀναιρεῖται ἡ ἀρχή. τοῦτο δέ, ἐπειδὴ πολλάκις φασι τὴν ἀρχὴν ἐν τούτῳ ἔχειν τὸ εἶναι, ἐν τῷ δημιουργεῖν. εἰ δὲ τοῦτο ἀληθές, οὐχ οἷόν τε κόσμον

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
