# In Platonis Timaeum Commentaria 1.455.3

Proclus, In Platonis Timaeum Commentaria, 1.455.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.455.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.455.3

Νοῦν δὲ αὐ χωρὶς ψυχῆς ἀδύνατον παραγενέσθαι τῷ [30B]. Ε ‘Ἡ μὲν νοερὰ οὐσία ἀμέριστός ἐστι καὶ ἐνοειδὴς καὶ 15 αἰώνιος, ἡ δὲ τῶν σωμάτων μεριστὴ καὶ πεπληθυσμένη καὶ μετὰ τῆς χρονικῆς συνυφεστώσα παρατάσεως. ἀπ’ ἐναντίας οὖν ἔχουσιν αὑται πρὸς ἀλλήλας καὶ δέοντα μεσότητος τῆς συνάγειν αὐτὰς δυναμένης, μεριστῆς ἄμα καὶ ἀμερίστου, συνθέτου καὶ ἀπλῆς, αἰωνίου τε καὶ γεννητῆς ὑπαρχούσης. 20 τοιαύτην δὲ τὴν ψυχικὴν τάξιν ὁ Πλάτων ὑποτίθεται, νοητὴν ἄμα καὶ πρώτην τῶν γιγνομένων, αἰώνιον καὶ ἐγχρονον, ἀμέριστον καὶ μεριστήν. εἰ ἄρα δεῖ τὸ πᾶν ἐννοῦν γενέσθαι, δεῖ καὶ ψυχῆς· ὑποδοχὴ γὰρ ἐστὶν αὕτη τοῦ νοῦ, καὶ δι’ αὐτῆς ὁ νοῦς ἐμφαίνεται τοῖς ὄγκοις τοῦ παντός, οὐχ 25 ὅτι δεῖται τῆς ψυχῆς ὁ νοῦς· οὕτω γὰρ ἂν ἀτιμότερος εἴη τῆς ψυχῆς· ἀλλ’ ὅτι τὰ σώματα δεῖται τῆς ψυχῆς, εἰ μέλλοι νοῦ μεθέξειν. τὰ γὰρ ἔσχατα δεῖται τῶν σωμάτων, ἀλλ’ οὐ τὰ πρῶτα· ταῦτα γὰρ ἀμέσως πανταχοῦ πάρ ἐστι. δεῖ τοίνυν κἀκεῖνο ἐννοεῖν, ὅτι τὴν ψυχὴν τὴν συνάπτουσαν τῷ αἰ30 σθητῷ τὸν νοῦν νοερὰν εἶναι δεῖ καὶ οὐκ ἄνουν· πῶς γὰρ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
