# In Platonis Timaeum Commentaria 1.464.1

Proclus, In Platonis Timaeum Commentaria, 1.464.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.464.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.464.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30 BC] λογίαν· ἀπὸ γὰρ τῶν ἐν ἡμῖν γνώσεων τῶν πολυειδῶν περὶ τῆς θείας ἐνεδείκνυτο καὶ δημιουργικῆς νοήσεως. ἀλλὰ πῶς, φασί, ζῶον ἐμψυχὸν ἐννοοῦν ἀφορίζει τὸ πᾶν; δοκεῖ μὲν γὰρ αὐ τὸ μὲν ζῶον μέρος εἶναι τι, τὸ δ’ ἐμψυχὸν γένος. ἢ μεμνησθαι δεῖ τῶν Πλατωνικῶν ὑποθέσεων, αἱ τὸ ζῶον ἄνωθεν ἀπὸ τῶν νοητῶν καθῆκειν φασὶ μέχρι καὶ αὐτῶν τῶν φυτῶν, καὶ ὁρᾷς, ὅπως κατὰ τοῦτον τὸν λόγον πᾶν μὲν τὸ ἐμψυχὸν ζῷόν ἐστιν, οὐ πᾶν δὲ τὸ ζῶον ἐμψυχόν· τὸ γὰρ νοητὸν ζῶον ἐπέκεινα καὶ τῶν αἰτίων ἐστὶ τῆς ψυχῆς· καὶ γὰρ ψυχὴν τὴν λογικὴν ἀποκαλῶν, τὴν δὲ ζωὴν καὶ μετὰ τὴν λογικὴν ψυχὴν τάττων εἰκότως πᾶν μὲν τὸ ἐμψυχὸν ὀνομάζει ζῶον, οὐχ ἄναπαλιν δέ. καὶ διὰ τοῦτο καὶ τὸ παράδειγμα τῶν ὁπωσοῦν ζώων οὐχὶ ἐμψυχὸν εἶπεν, ἀλλὰ ζῶον, ἵνα μὴ ἐμψυχὸν εἰπὼν τινῶν αὐτὸ ποιήσῃ παράδειγμα καὶ μὴ πάντων. εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, εἰκότως ὁ Πλάτων τὸν κόσμον ζῶον εἰπὼν, ἐπειδή καὶ νοητὸν ἐστὶ ζῶον καὶ αἰσθητὸν μὴ μετέχον ψυχῆς λογικῆς, προσέθηκε τὸ ἐμψυχόν. καὶ ἐπεὶ τῶν ψυχῶν τὸ μὲν ἐννοοῦν ἐστὶ, τὸ δὲ ἄνουν, πρὸς τῷ ἐμψύχῳ καὶ D ἐννοοῦν ἀφορίσατο τὸ πᾶν· ἥκειν γὰρ δοκεῖ τὸ μὲν ζῶον ὡς ἀπὸ τοῦ νοητοῦ τοῦ πρώτου, οὕτω καὶ τοῦ τῶν νοερῶν θεῶν νοητοῦ πατρός, τὸ δὲ ἐμψυχὸν ἀπὸ τῆς μέσης αἰτίας τῆς τε τριαδικῆς καὶ τῆς ἑβδομαδικῆς, τὸ δὲ ἐννοοῦν ἀπὸ τοῦ νοεροῦ πατρός· ἐπεὶ καὶ εἰ τὸν δημιουργὸν μόνον θεωροῖς, κατὰ μὲν τὸ ἐν αὐτῷ παράδειγμα ζῶον ἀποτελεῖται τὸ πᾶν, κατὰ δὲ τὴν βασιλικὴν ψυχὴν ἐμψυχόν, ἐννοοῦν δὲ κατὰ τὸν βασιλικὸν νοῦν. πάντα δὲ ταῦτα ἡνωμένως ὁ Πλάτων περιέλαβε διὰ τῆς τοῦ θεοῦ προνοίας· ἐκεῖθεν γὰρ ἐστὶ τὸ πᾶν καὶ ζῶον καὶ θεὸς εὐδαίμων τῇ τοῦ θεοῦ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
