# In Platonis Timaeum Commentaria 1.472.1

Proclus, In Platonis Timaeum Commentaria, 1.472.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.472.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.472.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30C] ζωογονικῆς σειρᾶς καὶ αὐτὰς τὰς τῆς ζωῆς πηγὰς, καὶ διότι τῆς πρωτίστης καὶ νοητῆς ζωῆς ἔστι διακορές· τὸ μὲν γὰρ ἔν ὃν ἐπέκεινα τῆς ζωῆς ἔστιν, ἡ δὲ μέση τῶν νοητῶν τάξις ἡ πρώτη ζωὴ καὶ μία καὶ ἄπειρος, τὸ δὲ αὐτοζῶον πλήρεις ὂν τῆς νοητῆς ζωῆς ἀποκαλεῖται ζῶον εἰκότως· ὡς γὰρ αἰώνιον ἔστι διὰ τὴν τοῦ αἰῶνος ἀποπλήρωσιν, οὕτω δὴ καὶ ζῶον διὰ τὴν τῆς ζωῆς ὑποδοχήν· ἔστι γὰρ νοητόν, ὡς μετὰ τὴν νοητὴν ζωὴν τεταγμένον. ζῶον οὖν οὐχ ὡς αἰσθητικὸν οὐδὲ ὡς ὀρμητικόν, ἀλλ’ ὡς ζῶν κέκληται· πᾶν γὰρ τὸ ζῶν κατὰ Πλάτωνα ζῶον ἔστιν· ὅ,τι γὰρ ἂν ζωὴν ἔχῃ, φησὶν ὁ Τίμαιος [77B], ζῶον ἂν ἐν δίκῃ καλοῖτο. διὸ καὶ τὰ φυτὰ καὶ τὰ σπέρματα ζῶα προσαγορεύει, τῷ ζῆν τὸ ζῶον χαρακτηρίζων. εἰ οὖν ζῇ τὸ παράδειγμα τὸ νοητὸν ὡς αἰώνιον — ζωὴ γὰρ ἡ F πᾶσα ὁ αἰών, ὡς φησι καὶ Πλωτῖνος [enn. 3, 7, 4. 10], ὥστε τὸ αἰώνιον ζῇ — τὸ δὲ ζῶν πᾶν ζῴων ἔστι, τὸ ἄρα νοητὸν παράδειγμα ζῴων ἔστι. καὶ λάβοις ἂν ἐντεύθεν, ὅτι καὶ ἐν τῇ τρίτῃ τριάδι τῶν νοητῶν ἔστιν· οὔτε γὰρ ἐν τῇ πρώτῃ· πρὸ τῆς ζωῆς γὰρ ἔστιν ἐκεῖνη· οὔτε ἐν τῇ δευτέρᾳ· ζωὴ γὰρ αὕτη· ἐν τῇ τρίτῃ ἄρα. οὐδὲ γὰρ ἐξῶ τῶν νοητῶν, ἐπειδή νοητὸν ὁ Πλάτων τὸ παράδειγμα διατελεῖ προσαγορεύων μόνον, καίτοι καὶ νοῦν ὑπερκόσμιον εἴδως τὸν δημι- 128 ουργικόν, ἀλλ’ οὔτε τοῦτον καλεῖ νοητὸν οὔτε ἐκεῖνο ἤν νοερόν. ἐμπροσθεν μὲν οὖν πᾶν τὸ ἀεὶ ὂν ἐλάμβανεν ὡς παράδειγμα πάσης γενέσεως, ἐν ᾧ καὶ τὸ ζῶον καὶ ὁ δημιουργός· ἐκάτερον γὰρ ἀεὶ ὄν· καὶ ὁ αἰών, ὅς ἔστι πρώτως ἀεὶ ὄν, καὶ αὐτὸ τὸ ἔν ὃν, ὅπερ ἔστι κατ’ αἰτίαν ἀεὶ ὄν. νῦν δὲ ὡς κόσμου ζῴου εἶπε παράδειγμα τὸ αὐτοζῶον, ἔπει καὶ τῆς ἀτάκτου γενέσεως τὸ ἀεὶ ὂν παράδειγμα ἦν, εἴπερ ἐκεῖθεν τὰ ἀδιάφθωτα εἴδη τῷ ἀτάκτῳ παρῆν πρὸ τῆς οὐρανοῦ γενέσεως. ἀλλὰ κἂν λάβωμεν τὸ αὐτοζῶον ἢ τὰ εἴδη τῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
