# In Platonis Timaeum Commentaria 1.475.1

Proclus, In Platonis Timaeum Commentaria, 1.475.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.475.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.475.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30 C] τοῦ δημιουργοῦ ποιήσις ἐστι, δεῖ καὶ ποιεῖν αὐτῷ τῷ νοεῖν. τί οὖν ἐστι τοῦ παντὸς θειότερον; οὐ γὰρ δὴ τῶν χειρόνων τι ποιήσει πρὸς τὸ κρεῖττον ὄρων. εἰκότως οὖν τοῦδε τοῦ E κόσμου τὴν παραδειγματικὴν ἐπιζητῶν ἀρχὴν εἰς τὸ παντελὲς ζῶν ἀνέδραμεν. τί οὖν; φαῖη τις ἂν· ἥλιος καὶ σελήνη καὶ τῶν ἀστέρων ἕκαστον οὐχὶ καλόν; καὶ πῶς; τούτων γὰρ ἕκαστον πρὸς μερικὸν ἀπεικάζεται ζῶον. ἢ καὶ τούτων ἕκαστον καλὸν μετὰ τοῦ ὅλου θεωρούμενον καὶ τῷ ὅλῳ συντεταγμένον, ὥσπερ καὶ ὀφθαλμὸς καλὸς καὶ γένειον μετὰ τοῦ ὅλου προσώπου καὶ ἐν τῷ ὅλῳ ὄν, αὐτὸ δὲ καθ’ ἑαυτὸ τὸ προσῆκον αὐτῷ κάλλος οὐχ ἐπιδείκνυσιν· ἐν γὰρ τῷ μέρει εἶναι καὶ οὐχ ὅλον κατὰ τὴν οὐσίαν ἀποσπασθὲν τοῦ ὅλου τὸ ἑαυτοῦ κάλλος ἐλαττοῖ. καὶ τὸ τέλειον οὖν καὶ τὸ καλὸν αὐτοῖς ὑπάρχει μέρεσιν οὐσι διὰ τὸ ὅλον. αἴτιον δέ, φησὶν ὁ Πορφύριος, ὅτι ἐν ἐκείνοις τὸ μέρος ὅλον ἐστὶ· πάντα γὰρ ἐστὶν ἐν ἑκάστῳ μερικῶς ὅσα τῷ ὅλῳ παντελῶς διὰ τὴν ἕνωσιν τῶν νοητῶν εἴδων. καὶ ἐστι μὲν ἀληθὴς ὁ λόγος, ὅτι καὶ τῶν μερῶν ἐν ἐκείνοις ἕκαστον ὅλον πρὸς τὰ πάντα κοινωνίαν ὁλοῦμενον, ἐν μὲν ὄν κατὰ τὴν οὐσίαν, πάντα δὲ κατὰ μετουσίαν. οὐ μὴν ἀλλὰ καὶ ἡ ὁλότης F αὐτοῦ μερικῶς ἐστι καὶ οὐχ οἷα ἢ τοῦ ἀπλῶς ὅλου. ἄλλο γὰρ ἐστὶν ἠλιακῶς εἶναι ὅλον ἢ σελήνιακῶς τῷ ἑκάστῳ νοῦν πάντα ἔχειν οἰκείως ἑαυτῷ τοῦ ἑνὸς κρατοῦντος εἴδους, ὃ καὶ ποιεῖ τὸν νοῦν τοιούδε νοῦν καὶ τινὰ νοῦν, ἄλλο τὸ ἄνευ μερικῆς ἰδιότητος εἶναι πάντα, καθὸ νοῦς ὤν τὰ πάντα καὶ οὐ καθὸ τοιούδε νοῦς. τί οὖν; οὐχὶ καὶ ταῦτα πρὸς νοητὰ παραδείγματα γέγονεν, ἥλιος οὕτως καὶ σελήνη καὶ ἕκαστον τῶν ἀστέρων; πῶς οὖν οὐ καλὰ ταῦτα; ἢ καὶ ταῦτα καλά, ἀλλ’ οὐ κάλλιστα, τὸ δὲ κάλλιστον ὄντως ἐστὶ κόσμος. ὥσπερ οὖν τέλειον μὲν ἕκαστον, ἀλλ’ οὐ παντελές, οὕτω δὴ καὶ καλὸν ἕκαστον, ἀλλ’ οὐ κάλλιστον ὡς τὸ πᾶν· ἐπεὶ ὅτι γε

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
