# In Platonis Timaeum Commentaria 1.482.1

Proclus, In Platonis Timaeum Commentaria, 1.482.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.482.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.482.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30CD] τὰ νοητὰ καὶ ἠνωμένα αἴτια τοῖς νοεροῖς θεοῖς, διὸ καὶ ὁ δημιουργὸς ἀπ’ αὐτῶν πληρουμένος τόνδε τὸν ἐμφανῆ κόσμον ὤρισεν καὶ ἐν αὐτῷ περιλαμβάνει πάντα τὰ αἰσθητὰ ζῷα, τὰ τε θειότερα καὶ τὰ θνητά, ἃ δὴ καὶ κυρίως θρέμματα ἐστίν, ὡς τῆς θρεπτικῆς μετέχοντα πάντως ψυχῆς. εἰ δὲ καὶ πάντα θρέμματα καλοῖτο ὡς ἐκγονὰ φύσεως τὰ σώματα καὶ ὡς ἀεὶ ζῶντα καὶ συνεχόμενα ὑπ’ αὐτῆς, κἂν αἰδία ἦ, ἀλλ’ οὐχ ὡς ἐξωθεν ἐπείσχατον δεόμενα τροφῆς, ὀρθῶς ἂν ἔχοι. εἰ μὴ ἄρα καὶ θρέμματα πάντα δεῖ τὰ ἐν τῷ κόσμῳ λέγειν, ὡς τρεφόμενα πάντα ὑπὸ τοῦ βασιλέως τῶν ὁρατῶν διὰ τῆς τοῦ φωτὸς μεταδόσεως, ὃ καὶ ὁ ἐν Πολιτείᾳ Ε [VI 509B] Σωκράτης τροφῆς αἴτιον εἶπε καὶ γενέσεως πάντων ὅσα φωτίζει. τρέφεται γὰρ ἕκαστα τελειούμενα διὰ τοῦ φωτός· ἐπεὶ καὶ ἐξωθεν ἐστὶ τρέφεσθαι καὶ οὐ μόνον ἐν-δοθεν, ὡς ἐν Πολιτικῷ [288Es] μεμαθήκαμεν. πάντα δ’ οὖν τὰ ἐν τῷ κόσμῳ συνέλιψεν ὁ δημιουργός, ἵνα δὴ κατὰ τὴν ὁμοιότητα τὴν πρὸς ἐκεῖνο πᾶν ἢ καὶ τοῦτο τὸ αἰσθητὸν καὶ τέλειον ἐκ τῶν ἐν αὐτῷ μερῶν. ἐστὶ μὲν οὖν καὶ οὕτως ὁ κόσμος ζῷον ποικίλον κατ’ ἄλλο ἑαυτοῦ φωνὴν ἄλλην ἀφιεῖς καὶ ἐκ πάντων τῶν μορίων μίαν· ἐστὶ γὰρ καὶ εἰς πολὺς. πολὺ δὲ πρότερον ὁ νοητὸς κόσμος καὶ ἐν ζῴῳ ἐστὶ καὶ πλήθος, ἐν τῷ ἐνὶ τὸ πλήθος συνηρηκώς, ὥσπερ αὐτὸς οὕτως ἐν τῷ πλήθει δεικνύει τὸ ἕν. καὶ ὁ μὲν ὅλος ἐστὶν ἐκ τῶν μερῶν, ὁ δὲ ὅλον πρὸ τῶν μερῶν, ἐξηρημένως τὰ νοητὰ ζῷα περι-έχων καὶ κατ’ αἰτίαν καὶ μονοειδῶς· ἀπ’ αὐτοῦ γὰρ αἱ πηγαὶ τῶν θείων καὶ τὰ ὀλικάτα πάντα γένη προεληλυθε· διὸ καὶ ὀλικάτατον ζῴων ὁ θεολόγος ἀναπλάττει κριοῦ καὶ ταύρου καὶ λέοντος καὶ δράκοντος αὐτῷ περιτιθεὶς κεφαλὰς, καὶ ἐν αὐ-τῷ πρώτῳ τὸ θῆλυ καὶ τὸ ἄρρεν ὡς ζῷῳ πρώτῳ· θῆλυς καὶ γενέτωρ κρατερὸς θεὸς Ἠρικεπαῖος,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
