# In Platonis Timaeum Commentaria 1.487.1

Proclus, In Platonis Timaeum Commentaria, 1.487.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.487.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.487.1

434 # ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30D 31A] τάξιν νοερῶς ἐκφαίνεται, ὡς τοῦ κάλλους ἤδη προϋόντος ἐν Β τοῖς νοητοῖς τοῖς πρώτοις ἡνωμένως καὶ συνεχῶς ὁ Φάνης περικαλλέος Αἰθέρος υἱὸς ὀνομάζεται καὶ ἄβρος Ἥρως, ὅτι δὴ τῆς κυριφίου καὶ ἀφρήτου καλλονῆς πρῶτος οὗτος ὁ θεὸς πεπλήρωται. διὸ κάλλιστος ὀνομάζεται, τῶν μετεχόντων τὸ πρᾶτιστον ὄν, καὶ εἰ πάντα τὰ νοητὰ ἡνωται ἀλλήλοις· οὐ γὰρ δεῖ διαιρεῖν αὐτὰ τούτον τὸν τρόπον ἀπ’ ἀλλήλων, ὅν τὰς νοερὰς τάξεις, ἀλλὰ μίαν αὐτῶν καὶ ἀδιαίρετον τὴν ἕνωσιν θεωρεῖν. λέγεται μὲν οὖν καὶ ταῦτα καλῶς. τὸ δὲ συνεπτικώτατόν ἐστιν, ὅτι τὸ αὐτοφῶν κάλλιστον εἴπεν εἶναι τῶν νοουμένων οὐχὶ πάντων ἀπλῶς, ἀλλὰ ζῶων· πρὸς γὰρ τὰ μερικώτερα ζῷα τὸ παντελὲς παραβάλλων εἴπεν αὐτὸ κάλλιστον ἀπάντων τῶν νοητῶν ζῶων· ὥστ’ εἰ τι κρεῖττόν ἐστι τῆς ζῶον φύσεως, οὐδὲν πρὸς τὸν παρόντα λόγον. εἶναι δὲ τι τοιούτου ἀναγκαῖον, διότι τὸ ἄν ἁπλούστερον καὶ τῆς ζῶον φύσεως καὶ τὸ αὐτοκαλόν, ὧν ἐστὶ καὶ ἐν μὴ ζῷος. καὶ μὴν καὶ τὴν ὁμοίωσιν πᾶν φασιν οἰκείως αὐτῷ παρεληφθῆναι· πολλοχοῦ μὲν γὰρ αὐτὸς ὁ Πλάτων ἀμφιβάλλει, τίς ὁ τρόπος τῆς μεθέξεως, εἴτε παρόντων ἐκείνων τούτοις εἴτε ἄλλως κοινωνούντων, οὐκ ἀμφιβάλλων τοῦτο γε, τὸ ὁμοίωσιν εἶναι τὴν ποιήσασαν εἰκόνα τοῦ νοητοῦ τὸν ὁρατὸν κόσμον. οἱ δὲ διαιροῦντές φασιν, ὅτι τῶν μὲν φυσικῶν εἴδων μετέχει τὸ αἰσθητὸν ὡς τυπούμενον, τῶν δὲ ψυχικῶν ἐμφάσεις ὑποδέχεται, τῶν δὲ νοητῶν ὁμοιώσεις· ὥστε ἐπεὶ περὶ τῶν νοητῶν παραδειγμάτων ὁ λόγος, εἰκῶς τὴν ὁμοίωσιν, ὡς φασί, παρέλαβεν ὁ Πλάτων. ἐπὶ ζῶον μὲν ὁ κόσμος ἐστὶν ὡς εἰκῶν τούτου τοῦ νοητοῦ ζῶου καὶ τῆς παντότητος τῆς νοη- CMP 1 ἤδη 5: ὁ δὴ CMP 2 τοῖς πρώτοις MP: πρώτως C 3s περικαλλὴς θεὸς ὀνομάζεται omissis cett. CN (fort. recte cum Phanes re uera non sit Aetheris filius, sed ex ouo procreatus. cf. p. 428, 9): περιβαλλέσθαι θέρος νιὸς ὀνομάζεται M 4s καλλονῆς καὶ ἀφρήτου P 5 διὸ C: διότι MP: διὸ καὶ 5 6 ὅν MP: ὧν C 8 ὅν τὰς P: ὄντας M: τὰς C 11 εἴπε τῶν νοουμένων εἶναι P 12 ζῶων MP: ζῶον C 13 αὐτὸ κάλλιστον εἴπεν M 14 τι 5: om CMP 18 παραλειφθῆναι P 21 ὁμοίως M 27 ἐστιν ὁ κόσμος MP

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
