# In Platonis Timaeum Commentaria 1.506.3

Proclus, In Platonis Timaeum Commentaria, 1.506.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.506.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.506.3

Πάλιν ἡμᾶς ὑπομιμνήσκει τῆς δημιουργικῆς αἰτίας, ἵνα ἐννοήσωμεν καὶ ἀπὸ ταύτης, ὅτι πᾶν τὸ ὑπὸ τῆς ὅλης δημιουργίας γιγνόμενον μοναδικόν ἐστιν, ἀίδιον ἐστι, νοερόν ἐστι, καὶ ὅτι πάντων αἴτιος ὁ δημιουργὸς τῷ τὰς μονάδας αὐτῶν παράγειν, τὴν δὲ πεπληθυσμένην καὶ μερικὴν δημιουργίαν παραδιδῶσι τοῖς νέοις θεοῖς. ἔτι δὲ κἀκεῖνο λεληθότως ἡμᾶς ἐδίδαξε, τίς ὁ παντέλειος ὁ κατ’ αὐτὸν νοῦς, τοῦτο δὴ τὸ θρυλούμενον ὄνομα παρὰ τοῖς νεωτέροις, ὅτι δὴ ὁ νοητός, ἐν ᾧ τὸ πᾶν πρώτως ἐστὶ. πρότερον μὲν οὖν διηρημένως ἐκάλει τὸ κατὰ πάντα τέλειον, ὅπου τὴν παντότητα αὐτοῦ ἐξῆμυνε· νῦν δὲ ἀθρόως συνθεὶς εἶπεν αὐτὸν παντέλειον, ὅπου περὶ τοῦ μονογενοῦς ὁ λόγος. ἀλλὰ πῶς τὸ ἄπειρον ἐστι καὶ πῶς οὐκ ἐστι; λέγεται δὴ τὸ ἄπειρον τριχῶς, ἢ κατὰ δύναμιν ἢ κατὰ πλῆθος ἢ κατὰ μέγεθος. τὸ μὲν οὖν κατὰ δύναμιν ἄπειρόν ἐστιν ἐν τοῖς θείοις καὶ ἐν τῷ κόσμῳ — τὸ γὰρ ἀνέλειπτον καὶ ἄνναον τῆς κατὰ δύναμιν ἀπείριας ἴδιον — τὸ δὲ κατὰ πλῆθος πῶς μὲν ἐστι, πῶς δὲ οὔ — ἀθρόον μὲν γὰρ οὐκ ἐστι, κατὰ μέρος δ’ ἐστι — τὸ δὲ κατὰ μέγεθος οὐδ’ ὅλως ἐστι. τὸ τοίνυν κατὰ πλήθος ἄπειρον εἰ ἐστιν ἐν τοῖς κόσμοις, πρῶτον μὲν ἀσύντακτον ἔσται πρὸς ἑαυτό· ποία γὰρ ἐν τῷ ἀπείρῳ τάξις πρώτων καὶ δευτέρων, ὅπου μηδὲν ἐστὶ πρῶτον; ἔπειτα οὐχ ἔξει μίαν ποιητικὴν αἰτίαν· εἰ γὰρ ἔχει, πρὸ τοῦ πλήθους ἐκείνη ποιήσει τὸ ἕν καὶ πρὸ τῶν μερῶν τὸ ὅλον· αὕτη γὰρ οὕσα μία καὶ πρὸς ἑαυτὴν ἐξομοιώσει πρῶτον τὰ μετ’ αὐτήν· ἕκαστον γὰρ αὐτῷ παράγειν ὅμοια βούλεται τῶν κατὰ φύσιν ποιητικῶν αἰτίων. ὅπου δὲ τὸ πρῶτόν ἐστιν, ἐν ἐκείνοις τὸ ἄπειρον οὐκ ἐστιν. εἰ δὲ ἄλλους ἐξ ἄλλων ὑποθήσονται

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
