# In Platonis Timaeum Commentaria 1.507.1

Proclus, In Platonis Timaeum Commentaria, 1.507.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.507.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.507.1

454 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 31 B] κόσμους, ἡ ἀσύντακτα ἔσται τὰ αἰτία αὐτῶν ἢ συντεταγμένα. καὶ εἰ μὲν συντεταγμένα, δεῖ καὶ τοὺς κόσμους μίαν σύνταξιν ἔχειν, ἐν δὲ τῷ ἀπείρῳ τάξις οὐκ ἔστι, πρὸς δὲ τούτῳ καὶ διεῖργει τὸ κενὸν ἐν μέσῳ παρεμπίπτον. εἰ δὲ ἀσύντακτα, πλήθος διηρημένον καὶ ἀσυμπαθὲς ἐν ταῖς ἀρχαῖς ἠθούμεθα, τοῦτο δὲ πάντα ἄδηλον ἀπόλλυσιν αὐτὰ τε τὰ αἰτία καὶ τὰ μετ’ B αὐτά· ἐκεῖνα μὲν γὰρ ἀλλήλων ἔσται φθαρτικά, τῷ παντάπασιν ἀλλοτριῶς ἔχειν εἶναι μετ’ ἀλλήλων οὐ δυνάμενα, τὰ δὲ ἐξ αὐτῶν συμπεσόντα στήσεται καὶ οὐδ’ ἔχει πόθεν αὐθίς γενήσεται τῶν ἀρχῶν ἀπολομένων. εἰ δὲ τις μήτε ἕνα λέγοι τὸν κόσμον μήτε ἀπείρους, ἀλλὰ πολλοὺς πεπερασμένους — ἤδη γὰρ τινος ἤκουσα δόξης βαρβαρικής, ἣν Πλουτάρχος ἰστόρησεν ὁ Χαιρωνεύς, ἐν ἐνὶ τριγώνῳ ἰσοπλεύρῳ κατὰ μὲν τὸ μέσον εἶναι τὸ νοητόν, καθ’ ἑκάστην δὲ πλευρὰν περὶ ἐκεῖνον κόσμους ἐξήκοντα καὶ καθ’ ἑκάστην γωνίαν ἕνα, τοιούτους, οἷος ὁ ἡμᾶς περιέχων, ὡστ’ εἶναι τρεῖς ἡγεμόνας καὶ τρὶς ἐξήκοντα ἄλλους ὑπ’ αὐτούς· ἡγεμονικωτέρους γὰρ εἶναι τοὺς γωνιακοὺς τῶν πλευρικῶν — οὕτοι γοῦν οἱ λόγοι πλήθος ποιοῦσι πεπερασμένον τῶν κόσμων, ἐν τὸ νοητὸν ποιήσαντες, εἰ μὴ ἄρα τὸ μὲν νοητὸν ὡς ὁρῶν πάντων μέσον τάττοιεν, τοὺς δὲ γωνιακοὺς τρεῖς κόσμους ὡς συνεκτικοὺς πάντων καὶ ἐνοποιοὺς κατὰ τὸν ἕνα κοσμικὸν νοῦν καὶ τὴν μίαν ψυχὴν καὶ τὴν μίαν φύσιν, ἢ κατὰ τὸν ἐμπύριον καὶ αἰθέριον καὶ ὕλαιον κόσμον — C καὶ γὰρ ἡ γωνία συνοχὴ τῶν πλευρῶν ἐστι — τὰς δὲ τρεῖς ἐξήκοντάδας τὰ πλήθη λέγοιεν τὰ καθ’ ἑκάστην * * * ἀπὸ τούτων σφαιρῶν· δώδεκα γὰρ αἱ σφαῖραι, τὸ δὲ καθ’ ἑκάστην πλήθος σφαιρικὸν ἐστιν, οὐ σύμβολον ἢ πεντάς, σφαιρικὸς οὖσα πρῶτος ἀριθμός· τρεῖς οὖν ἐξήκοντάδες, διότι καὶ νοερὰ καὶ ψυχικὴ καὶ φυσικὴ σειρὰ καθ’ ἑκάστην ἐστὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
