# In Platonis Timaeum Commentaria 1.508.1-32

Proclus, In Platonis Timaeum Commentaria, 1.508.1 to 1.508.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.508.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.508.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 31B] 10 φύσις καὶ ἕκαστον τῶν τοιούτων τὴν μονάδα [πρὸ] τοῦ πλήθους καὶ τὸ ὅλον ποιεῖ τῶν μερῶν συνεκτικόν. καὶ εἰ μὲν ἅπτονται ἀλλήλων οἱ κόσμοι, σφαιροειδεῖς ὄντες κατὰ σημεῖον ἕψονται, τῷ δὲ ὅλῳ διεῖργονται ἀλλήλων καὶ μᾶλλον D ἀσυμπαθεῖς ἢ συμπαθεῖς ἔσονται — δεῖ δὲ τὰ ἐκ μιᾶς αἰτίας 15 συμπάσχειν ἀλλήλοις καὶ μίαν ζοὴν ἀποτελεῖν — εἰ δὲ μήτε ἅπτονται, παντάπασιν ἀλλήλων ἔσονται διηρημένοι. οὕτως δὲ καὶ τὰ μὲν ἄνω κάτω ἔσται, φησίν Ἀριστοτέλης, τὰ κάτω δὲ ἄνω, διαστήματος ὄντος ἐξω καὶ τοῦ μὲν ὀδὶ, τοῦ δὲ ὀδὶ τεταγμένου τῶν κόσμων· τὸ γὰρ ἡμῖν ἄνω κάτω 20 ἄλλοις ἔσται. πῶς οὖν ἡ ἐκεῖ γῆ καὶ τὸ ἐκεῖ βαρὺ πᾶν οὐχ οἰσθήσεται καὶ ἐπὶ τόνδε τὸν κόσμον, εἴπερ τοῦ βαρέος σφαῖραν, ἥς σύμβολον ἡ πεμπὰς, ἡ διότι καὶ ἐμπυρίον ἐστι ἢ ἐπὶ τὸ κάτω κίνησις; ἔσται δὲ καὶ ἄμα χωροῦν ἐπὶ ταύτόν, ὡς μὲν ἐν ἐκείνῳ τῷ κόσμῳ πρὸς τὸ ἄνω φερόμενον, ὡς δὲ ἐπὶ τούτων χωροῦν ἐπὶ τὸ κάτω, τάξις τε οὐκ ἔσται 25 κινήσεων ἢ δυνάμεων ἢ τῶν ἐν τῷ παντὶ συστοιχιῶν. εἰ μὴ ἄρα φαίη τις πρὸς τὴν ἐπιβολὴν ταύτην ἄλλο ἐν ἑκάστῳ τὸ μέσον εἶναι· καὶ γὰρ οὐ τοῦ κενοῦ τὸ μέσον, ἀλλὰ τοῦ κόσμου εἶναι· φέρεσθαι οὖν ἑκάστου κόσμου μέρος εἰς τὸ ἐν αὐτῷ μέσον ἢ πέριξ, ἀλλ’ οὐκ εἰς τὸ ἀλλότριον, ἀλλότρια δὲ πάντα τὰ ἐν τοῖς ἄλλοις ἀλλήλων κόσμοις. εἰ δ’ οὖν καὶ ταῦτά 7 τὰ C: κατὰ MP 8 διαφέρει MP 12 ἐφάφονται MP 14 an πλῆθος θεῶν καὶ αἰθέριον καὶ ὀλαῖον. εἰ δ’ οὖν τις μὴ μηδὲ? 15 οὕτως C: πῶς MP 17 ὡς C 18 τεταγμένου C 22 ἐν om MP 23 τοῦτον C 24 συστοιχίῶν N: συστοιχειῶν CM: συστοιχείων P 26 οὐ τοῦ κενοῦ MP: ἐκεῖνον C

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
