# In Platonis Timaeum Commentaria 1.58.1

Proclus, In Platonis Timaeum Commentaria, 1.58.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.58.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.58.1

ΠΡΟΚΛΑΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [prooemium] υφαίνεται κατὰ τὴν ἡνωμένην ἐν τῷ νοητῷ τοῦ κόσμου περιοχὴν, τὰ τε μέρη τὰ ἐν αὐτῷ δεόντως ἐν τῷ ὅλῳ τάττεται, ὅσα τε σωματικὰ καὶ ὅσα ζωτικὰ· καὶ γὰρ ψυχαὶ μερικαὶ εἰδοικιζόμεναι τάπτονται περὶ τοὺς ἡγεμόνας θεοὺς καὶ ἐγκόσμιοι γίνονται κατὰ τὰ ὀχήματα τὰ ἐαντῶν, μιμούμεναι τοὺς ἡγουμένους αὐτῶν, καὶ τὰ θνητὰ ζῷα δημιουργεῖται καὶ ζωοποιεῖται παρὰ τῶν οὐρανίων θεῶν· οὐ δὴ καὶ ἄνθρωπος ὅπη τε συνέστη καὶ δι’ οἷας αἰτίας τεθεώρηται, καὶ πρὸ γε τῶν ἄλλων οὕτος, διότι καὶ προσήκουσά ἐστιν ἡμῖν ἡ περὶ αὐτοῦ θεωρία τὸν ἀνθρώπουν λόγον προβεβλημένοις καὶ κατὰ τοῦτον ζῶσιν, ἢ διότι μικρὸς κόσμος ὁ ἄνθρωπος καὶ ἐστι καὶ ἐν τούτῳ πάντα μερικῶς, ὅσα ἐν τῷ κόσμῳ θεῖως τε καὶ ὁλικῶς· νοῦς τε γὰρ ἐστιν ἡμῖν ὁ κατ’ ἐνέργειαν, καὶ ψυχὴ λογικὴ προελθοῦσα ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ τῆς αὐτῆς ζωογόνου θεᾶς τῇ ὅλῃ, καὶ ὄχημα αἰθέριον D ἀνάλογον τῷ οὐρανῷ, καὶ σῶμα γήινον ἐκ τῶν τεττάρων στοιχείων φυραθέν, οἷς καὶ σύστοιχόν ἐστιν. εἰ τοίνυν ἔδει πολλαχῶς θεωρῆσαι τὸ πᾶν καὶ ἐν τῷ νοητῷ καὶ ἐν τῷ αἰσθητῷ παραδειγματικῶς, εἰκονικῶς, ὁλικῶς, μερικῶς, εὑ ἂν ἔχοι καὶ ὁ περὶ ἀνθρώπου φύσεως λόγος ἐν τῇ τοῦ παντὸς θεωρίᾳ τελῶς ἐξεργασθεὶς. εἴποις δ’ ἂν κἀκεῖνον ἐπὶ τὸν λόγον, ὅτι κατὰ τὸ Πυθαγορικὸν ἔθος ἔδει συνάψαι τῷ θεωρουμένῳ τὸν περὶ τοῦ θεωροῦντος λόγον· ἐπεὶ γὰρ ἔχομεν, τίς ὁ κόσμος, ἔχρην οἴμαι προσθεῖναι κἀκεῖνο, τί ποτὲ ἐστι τὸ ταῦτα ἐπισκεπτόμενον καὶ λογικῶς κατανοοῦν. ὅτι δὲ καὶ πρὸς τοῦτο ἀπέβλεψεν, ἐδήλωσε πρὸς τῷ τέλει διαφρήδην εἰπὼν [90D], ὅτι δεῖ τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιώσαι τὸν μέλλοντα τῆς εὐδαίμονος ζωῆς ἐπήβολον ἔσεσθαι· τὸ μὲν γὰρ ὅλον ἀεὶ εὐδαίμον· ἔσται δὲ καὶ τὸ ἡμέτερον εὐδαίμον ὁμοιωθὲν τῷ παντὶ· καὶ γὰρ πρὸς τὴν αἰτίαν οὕτως ἀναχθήσεται· ἐπεὶ γὰρ ὡς ὁ ἐνταῦθα ἄνθρωπος πρὸς τὸ πᾶν, οὕτω καὶ ὁ νοητὸς ἄνθρωπος πρὸς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
