# In Platonis Timaeum Commentaria 1.59.1

Proclus, In Platonis Timaeum Commentaria, 1.59.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.59.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.59.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [prooemium] Επὶ αὐτοζῶν, ἐκεῖ δὲ ἀεὶ τὰ δεύτερα τῶν πρώτων ἐξέχεται καὶ τὰ μέρη τῶν ὅλων ἐστὶν ἀνεκρόλητα καὶ ἴδρυται ἐν αὐτοῖς, ὅταν καὶ ὁ τῆδε ἄνθρωπος ἀφομοιωται τῷ παντὶ, μιμήσεται καὶ τὸ ἑαυτοῦ παράδειγμα τὸν προσήκοντα τρόπον, κόσμιος γενόμενος διὰ τὴν πρὸς τὸν κόσμον ὁμοιότητα καὶ εὐδαίμων διὰ τὴν πρὸς τὸν εὐδαίμονα θεὸν ἀπεικασίαν. Ἐπὶ δὲ τοῖς εἰρημένοις καὶ τὰ τέλη τῆς δημιουργίας λελεπτούργηται κατὰ τε γένῃ καὶ εἶδη, τὰ τε ἐν τοῖς μετεώροις τὰ τε ἐν τῇ γῇ συνιστάμενα καὶ τὰ ἐν τοῖς ζῴοις, τὰ τε παρὰ φύσιν καὶ ὅσα κατὰ φύσιν· οὐ δὴ καὶ αἱ ἀρχαὶ τῆς ἰατρικῆς ἀναφαίνονται· λέγει γὰρ ἄχρι τούτων ὁ φυσικός, ἐπειδὴ τῆς φύσεώς ἐστι θεατής· ἄμα γὰρ τῇ φύσει καὶ τὸ κατὰ φύσιν, τοῦτον δὲ ἐκβασίς τὸ παρὰ φύσιν. ποσαχῶς οὖν ἡ παρατροπὴ καὶ ὅπως ἐπανάγεται πρὸς τὸ μέτριον καὶ τὴν φύσιν, τοῦ φυσικοῦ κατανοεῖν ἔργον, τὰ δὲ τούτοις ἐπόμενα τῆς ἰατρικῆς ἐξυφαίνειν τέχνης. ἐν δὴ τούτοις μάλιστα κοινωνεῖ τοῖς ἄλλοις φυσιολόγοις ὁ Πλάτων· περὶ γὰρ τὰ ἐνυλότατα καὶ τὰ ἔσχατα ἔργα τῆς φύσεως ἐκεῖνοι διέτριβον, ἀφέντες τὸν ὅλον οὐρανὸν καὶ τὰς τῶν θεῶν τῶν ἐγκοσμίων τάξεις, ἄτε τὴν ὕλην ὁρῶντες, τὰ δὲ εἶδη καὶ τὰς πρωτουργοὺς αἰτίας χαίρειν μεθέντες. δοκεῖ δὲ μοι καὶ ὁ δαιμόνιος Ἀριστοτέλης τὴν τοῦ Πλάτωνος διδασκαλίαν κατὰ δύναμιν ζηλώσας οὕτω διαθεῖναι τὴν ὅλην περὶ φύσεως πραγματείαν· τὰ μὲν κοινὰ πάντων τῶν φύσει συνεστώτων ἰδόν, εἶδος καὶ ὑποκείμενον καὶ τὸ ὅθεν ἢ ἀρχὴ τῆς κινήσεως καὶ κίνησιν καὶ χρόνον καὶ τόπον, ὃ δὴ καὶ Πλάτων ἐνταῦθα παραδέδωκε, τὸ τε διάστημα καὶ τὸν χρόνον εἰκόνα αἰῶνος ὄντα καὶ τῷ οὐρανῷ συνυποστάντα καὶ τὰ ποικίλα τῆς κινήσεως εἶδη καὶ τὰ συναπτία τῶν φύσει, τὰ δὲ ἴδια τοῖς κατ’ οὐσίαν διηρημένοις, καὶ τούτων πρῶτα μὲν τὰ τῷ οὐρανῷ προσήκοντα, τῷ Πλάτωνι συμφώνως, καθόσον ἀγέννητον τίθεται τὸν οὐρανὸν καὶ πέμπτῃς οὐσίας — τί γὰρ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
