# In Platonis Timaeum Commentaria 1.61.1

Proclus, In Platonis Timaeum Commentaria, 1.61.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.61.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.61.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [prooemium] δι’ εἰκόνων τὰ ὄντα θεωροῦν, τὸ ἡδικόν, πάντα τὰ τοιαῦτα. διὸ δὴ σμυὸς μέν ἐστιν ὁ διάλογος καὶ ἀνωθεν ἀπὸ τῶν πρωτίστων ἀρχῶν ποιεῖται τὰς ἐπιβολάς, μίγνυσι δὲ τῷ ἀπο-φαντικῷ τὸ ἀποδεικτικόν, καὶ τὰ φυσικὰ οὐ φυσικῶς μόνον, ἀλλὰ καὶ θεολογικῶς νοεῖν ἡμᾶς παρασκευάζει· καὶ γὰρ αὕτη 5 ἡ φύσις ἡ ποδηγετοῦσα τὸ πᾶν ἐξηρτημένη τῶν θεῶν καὶ ὑπ’ αὐτῶν ἐμπνεομένη κατευθύνει τὸ σωματοειδὲς καὶ οὔτε ὡς θεὸς ἐστιν οὔτε ἔξω τῆς θείας ἰδιότητος τῷ προσλάμπε-σθαι παρὰ τῶν ὄντων ὄντων θεῶν. εἰ δὴ δεῖ καὶ τοὺς λό-γους ὁμοιοῦσθαι τοῖς πράγμασιν, ὧν εἰσὶν ἐξηγηταί, καθά- 10 περ αὐτὸς ὁ Τίμαιος ἔρει [29 B], πρέπον ἂν εἴη καὶ τοῦδε τὸν διάλογον ἔχειν μὲν καὶ τὸ φυσικόν, ἔχειν δὲ αὐ καὶ τὸ D θεολογικόν, μιμούμενον τὴν φύσιν, ἥς ἐστι θεατής. ἐπὶ δέ, ἐπειδή κατὰ τὸ Πυθαγόρειον ἀρέσκον τριχῇ τὰ πράγ-ματα διήρηται, εἰς τε τὰ νοητὰ καὶ τὰ φυσικὰ καὶ τὰ τούτων 15 μέσα, ἃ δὴ καλεῖν εἴωθασι μαθηματικά, πάντα δὲ ἐν πᾶσιν ἐστι θεωρεῖν οἰκείως — καὶ γὰρ ἐν τοῖς νοητοῖς ἀρχηγικῶς προὑφέ-στηκε τὰ τε μέσα καὶ τὰ ἔσχατα, καὶ ἐν τοῖς μαθηματικοῖς ἀμφό-τερα ἐστιν, εἰκονικῶς μὲν τὰ πρῶτα, παραδειγματικῶς δὲ τὰ τρίτα, καὶ ἐν τοῖς φυσικοῖς ἐστιν ἰνδάγματα τῶν πρὸ αὐ- 20 τῶν — εἰκότως δήπου καὶ ὁ Τίμαιος τὴν [τε] ψυχὴν ὁρι-στὰς διὰ τῶν μαθηματικῶν ὀνομάτων ἐνδείκνυται τὰς τε δυνάμεις αὐτῆς καὶ τοὺς λόγους καὶ τὰ στοιχεῖα, Πλάτων δὲ ἀπὸ τῶν σχημάτων τῶν γεωμετρικῶν τὰς ἰδιότητας αὐτῆς ἀφορίζει καὶ τούτων ξυμπάντων ἐν τῷ νοητῷ καὶ δη- 25 μιουργικῷ νῷ τὰς αἰτίας ἀπολείπει προὑπαρχούσας ἀρχοει-δῶς. περὶ μὲν δὴ τούτων τοσαῦτα, καὶ τῆς τῶν καθ’ ἕκαστα διερευνήσεως μᾶλλον ἡμᾶς ἐπιστῆσαι τῷ ἤθει τοῦ διαλόγου δυναμένης.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
