# In Platonis Timaeum Commentaria 1.62.1

Proclus, In Platonis Timaeum Commentaria, 1.62.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.62.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.62.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [prooemium] φάλον καὶ Γλαύκωνα καὶ Ἀδείμαντον καὶ δὴ καὶ Θρασύμαχον τὸν σοφιστήν· τῇ δὲ ὑστεραίᾳ τῆς ἡμέρας ταύτης ἐν ἄστει πρὸς Τίμαιον καὶ Ἐρμοκράτην καὶ Κριτίαν καὶ τέταρτον ἐπὶ τούτοις ἄλλον ἀνώνυμον διηγείται τὴν ἐν Πειραιεῖ 5 συνουσίαν, ὡς ἐν τῇ Πολιτείᾳ ὑπόκειται· διηγησάμενος δὲ παρεκάλεσε καὶ τοὺς ἄλλους οἰκείους αὐτὸν ἀνταφesiάσαι λόγους τῇ ταύτης ὑστεραίᾳ. συνελθλοῦσιν οὖν ἀκροασόμενοι τε καὶ ἐροῦντες εἰς τήνδε τὴν ἡμέραν, τρίτην οὖσαν ἀπὸ τῆς ἐν Πειραιεῖ συνουσίας· ἐν τε γὰρ τῇ Πολιτείᾳ 10 [1327A] τὸ κατέβην χθὲς εἴρηται πάνταυθα [17A] τὸ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἐστιatoρῶν· πάρεισι δὲ εἰς τήνδε τὴν ἀκρόασιν οὐ πάντες, ἀλλ’ ὁ τέταρτος δι’ ἀσθένειαν ἀπολείπεται. τί δὴ ποτε οὖν, φαῖης ἄν, ἐν τούτοις οἱ ἀκροώμενοι τρεῖς, ἐν οἷς περὶ κόσμου τοῦ σύμ- 15 παντος ὁ λόγος; ὅτι, φήσω, τὸν μὲν πατέρα τῶν λόγων ἀνάλογον ἐστάναι προσῆκει τῷ πατρὶ τῶν ἔργων· ἡ γὰρ κατὰ λόγον κοσμοποιΐα τῆς κατὰ νοῦν ἐστι κοσμοποιίας εἰκών· τῇ δὲ ὑποδεχομένῃ δημιουργικῇ τριάδι τὴν τοῦ πατρὸς μίαν καὶ F 20 ὀλικὴν ποίησιν τὴν τριάδα τῶν τοὺς λόγους ὑποδεχομένων, ἥς τὸ ἀκρότατόν ἐστι Σωκράτης, διὰ συγγένειαν ζωῆς αὐτόθεν τῷ Τιμαίῳ συνάπτων ἐαυτόν, ὥσπερ τῆς παραδειγματικῆς τὸ πρῶτον συνήνυσται τῷ πρὸ τῶν τριῶν. ταῦτα μὲν οὖν καὶ διὰ τῶν ἐχομένων ἐναργέστερον πιέσομεν, εἰ ταύτῃ τοῖς θεοῖς φίλον.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
