# In Platonis Timaeum Commentaria 1.66.1

Proclus, In Platonis Timaeum Commentaria, 1.66.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.66.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.66.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [prooemium] γὰρ ὅλης φιλοσοφίας εἰς τε τὴν περὶ τῶν νοητῶν καὶ περὶ τῶν ἐγκοσμίων θεωρίαν διηρημένης, καὶ εἰκότως, ὅτι καὶ διπλὸς ὁ κόσμος, ὁ μὲν νοητός, ὁ δὲ αἰσθητός, ὡς ἔρει [30C] καὶ αὐτὸς προειπών, ὁ μὲν Παρμενίδης τὴν περὶ τῶν νοητῶν πραγματείαν περιείληφεν, ὁ δὲ Τίμαιος τὴν τῶν ἐγκοσμίων· ὁ μὲν γὰρ ἀπάσας τὰς θείας τάξεις παραδίδωσιν, ὁ δὲ ἀπάσας τῶν ἐγκοσμίων τὰς προόδους· οὔτε δὲ ἐκεῖνος πάντη παραλείπει τὴν τῶν ἐν τῷ παντὶ θεωρίαν, οὔτε οὗτος τὴν τῶν νοητῶν, διότι καὶ τὰ αἰσθητὰ ἐν τοῖς νοητοῖς ἐστι παραδειγματικῶς καὶ τὰ νοητὰ ἐν τοῖς αἰσθητοῖς εἰκονικῶς· πλεονάζει δὲ ὁ μὲν περὶ τὸ φυσικόν, ὁ δὲ περὶ τὸ θεολογικόν, οἰκείως τοῖς ἀνδράσιν, ἀφ’ ὧν ὀνοάζονται· Τιμαίῳ τε γὰρ τοιοῦτό τι γράμμα περὶ τῆς τοῦ παντὸς ἐγέγραπτο φύσεως, καὶ Παρμενίδῃ δὲ περὶ τῶν ὄντως ὄντων. ὁρθῶς ἄρα φησὶν ὁ θεῖος Ἰάμβλιχος τὴν ὅλην τοῦ Πλάτωνος θεωρίαν ἐν τοῖς δύο τούτοις περιέχεσθαι διαλόγοις, Τιμαίῳ καὶ Παρμενίδῃ· πᾶσα γὰρ ἡ περὶ τῶν ἐγκοσμίων καὶ ὑπερκοσμίων πραγματεία τέλος ἔχει τὸ ἄριστον ἐν αὐτοῖς, καὶ οὐδεμία τάξις τῶν ὄντων ἀδιερμηνήτως παραλείπεται. φανερὸν δ’ ἂν τοῖς μὴ παρέργως ἐντυχάνουσι καὶ ὁ τῆς πραγματείας τρόπος τοῦ Τιμαίου πρὸς τὸν Παρμενίδην ὁμοιότατος· ὡς γὰρ ὁ Τίμαιος πάντων τῶν ἐν τῷ κόσμῳ τὴν αἰτίαν ἐπὶ τὸν πρῶτιστον ἀνάγει δημιουργόν, οὕτως ὁ Παρμενίδης τῶν ὄντων ἀπάντων τὴν πρόδοον ἐξάπτει τοῦ ἑνός· καὶ ὁ μὲν ἢ μετέχει πάντα τῆς δημιουργικῆς προνοίας παραδίδωσιν, ὁ δὲ ἢ τῆς ἐνοειδοῦς ὑπάρξεως τὰ ὄντα μετείληφεν· ἐπὶ δὲ ὡςπερ ὁ Τίμαιος πρὸ τῆς φυσιολογίας τὴν δι’ εἰκόνων προτείνει θεωρίαν τῶν ἐγκοσμίων, οὕτως ὁ Παρμενίδης τὴν περὶ τῶν εἰδῶν τῶν ἀύλων ἀνακινεῖ ζήτησιν πρὸ τῆς θεολογίας· καὶ γὰρ δεῖ γυμνασάμενον μὲν ἐν τοῖς περὶ τῆς ἀρίστης πολιτείας λόγοις εἰς τὴν τοῦ παντὸς ἀνάγεσθαι κατανόησιν, ἀθλήσαντα δὲ ἐν ταῖς συντόνοις περὶ τῶν εἰδῶν ἀπορίαις

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
