# In Platonis Timaeum Commentaria 1.72.1

Proclus, In Platonis Timaeum Commentaria, 1.72.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.72.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.72.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 17 A] φησιν ἐν τούτοις τὸ τε μίαν ταύτην αἰτίαν εἶναι τοῖς ἐμφροσι τῆς τῶν τοιούτων συνουσιῶν ἀπολείψεως ἀσθένειαν τοῦ σώματος, καὶ ὡς χρὴ πᾶν τοῦτο περιστατικὸν νομίζειν καὶ ἀκούσιον, καὶ αὖ ἕτερον τὸ τοὺς φίλους ὑπὲρ τῶν φίλων τὰς ἐνδεχομένας ἀπολογίας ποιεῖσθαι, ὅταν τι δοκῶσι παρὰ τὸ κοινῇ δόξαν ὀρθῶς ποιεῖν· ἀμφότερα γοῦν ἡ ὕψις αὕτη περιεῖληφε τὸ τε ἥθος τοῦ Τιμαίου καὶ τὴν ἀνάγκην τοῦ ἀπόντος ἐνδεικνυμένη, τὸ μὲν ὡς ἡμερον καὶ φιλάληθες, τὴν δὲ ὡς ἐμπόδιον τῆς φιλόλογου ζωῆς. ὁ δὲ γε θεῖος Ἰάμβλιχος ὑψηλογούμενος ἐν ταύτῃ τῇ ὕψει τοὺς περὶ τὴν τῶν νοητῶν θεὰν γεγυμνασμένους ἀσυμμέτρως ἔχειν φησὶ πρὸς τὴν περὶ τὰ αἰσθητὰ διατριβήν· ὡς που καὶ αὐτὸς εἴρηκεν ὁ Σωκράτης ἐν Πολιτείᾳ [VII 516 Es] τοὺς ἐν ἀνύγῃ F καθαρᾷ τεθραμμένους ἀμβλυώττειν εἰς τὸ σπήλαιον καταβάντας ὑπὸ τοῦ ἐκεῖ σκότους, ὥσπερ καὶ τοὺς ἀναβάντας ἐκ τοῦ σπηλαίου διὰ τὸ μὴ δύνασθαι πω πρὸς τὸ φῶς ἀντιποιεῖν· καὶ διὰ ταύτην τὴν αἰτίαν ἀπολείπεσθαι τὸν τέταρτον, ὡς ἄλλῃ προσἥκοντα θεά, τῇ τῶν νοητῶν, καὶ δὴ καὶ εἶναι τὴν ἀσθένειαν αὐτοῦ ταύτην δυνάμεως ὑπερβολήν, καθ’ ἣν ὑπερέχει τῆς παρούσης θεωρίας· ὡς γὰρ ἡ τῶν κακῶν δύναμις ἀδυναμία μᾶλλον ἐστιν, οὕτως ἡ ἀσθένεια ἡ πρὸς τὰ δεύτερα δυνάμεώς ἐστιν ὑπεροχή. λέγει δὴ οὖν ὁ λόγος τὸν ἀπολειπόμενον ὡς ἀσύμμετρον τοῖς φυσικοῖς λόγοις ἀπεῖναι, βούλεσθαι δ’ ἂν παρεῖναι τούτοις, εἰ περὶ τὰ νοητὰ διατρίβειν ἐμελλον. καὶ σχεδὸν πάντα τὰ πρὸ τῆς φυσιολογίας ὁ μὲν ἐξηγεῖται πολιτικώτερον, ὁ Πορφύριος, εἰς τὰς ἀρετὰς ἀναφέρων καὶ τὰ λεγόμενα καθήκοντα, ὁ δὲ φυσικώτερον· δεῖν γὰρ τῷ προκειμένῳ σκοπῷ πάντα σύμφωνα εἶναι· φυσικὸς δὲ ὁ διάλογος, ἀλλ’ οὐκ ἠθικός. ταῦτα μὲν οὖν οἱ φιλόσοφοι διατάττονται περὶ τούτων· παραλείπω γὰρ τοὺς πολλὰ πράγματα παρέχοντας ἡμῖν, ἵνα δὴ ἀποφαίνωσιν, ὅτι οὗτος ὁ τέταρτος ἦν Θεαίττος, διότι γνώριμος ἐγεγόνει τοῖς ἐκ τοῦ Ἐλεατικοῦ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
