# In Platonis Timaeum Commentaria 1.74.8

Proclus, In Platonis Timaeum Commentaria, 1.74.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.74.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.74.8

δὲ οἱ ἀκροαταί, καὶ ὅσω καθαρώτατον τοσοῦτω συστέλλεται ὁ ἀκροατής. τέρας. οὕτω καὶ τῶν ἀρετῶν ὁ μὲν τὰς μειζῶνς ἔχων ἔχει καὶ τὰς ἐλάττους, ὁ δὲ ταῖς ὑφεῖμέναις κοσμηθεὶς οὐ πάντως καὶ τῶν τελειοτέρων ἐπήβολος γέγονε. τί οὖν ἔτι θαυμαστόν, εἰ ὁ τῶν περὶ πολιτείας λόγων ἡκροαμένος ἀπολέλειπται τῆς περὶ τοῦ παντὸς ἀκροάσεως; μᾶλλον δὲ πῶς οὐκ ἀναγκαῖον ἐν τοῖς βαθυτέροις τῶν λόγων ἐλάττους εἶναι τοὺς παρεπομένους; πῶς δὲ οὐ Πυθαγόρειον τὸ διάφορα μέτρα τῶν ἀκροάσεων ἀφρισθαι; καὶ γὰρ τῶν εἰς τὸ ὁμακόσιον φροούντων οἱ μὲν βαθυτέρων, οἱ δὲ ἐπιπολαιοτέρων ἤπτοντο δογμάτων. πῶς δὲ οὐ τῷ Πλάτωνι σύμφωνον ἀσθένειαν αἰτιασάμενῳ τῆς ἀπουσίας; ἡ γὰρ ἀδυναμία τῆς ψυχῆς πρὸς τὰ θειότερα νοήματα τῶν ὑψηλοτέρων ἡμᾶς ἀφρίστησι συνουσιῶν· ὅπου δὴ χώραν ἔχει καὶ τὸ ἀκούσιον· ἐκούσιον μὲν γὰρ πᾶν τὸ μειζόνως ἡμᾶς ὠφελοῦν, ἡ δὲ τῶν τελεωτέρων ἀπόπτωσις ἀκούσιον· μᾶλλον δὲ αὕτη μὲν οὐχ ἐκούσιον, ἡ δὲ οὐ μόνον ἀποστάσα τῶν μειζόνων ἀγαθῶν, ἀλλὰ καὶ εἰς τὴν ἀπειρίαν ὑπενεχθεῖσα τῆς κακίας ἀκούσιον. διὸ καὶ ὁ Τίμαιος οὐχ ἐκόντα φησιν ἀπολείπεσθαι τῆσδε τῆς συνουσίας τὸν τέταρτον· οὐ γὰρ οὕτως ἀπολέλειπται, ὡς ἀπόστροφος πάντῃ θεωρίας, ἀλλ’ ὡς τὰ μειζῶν μνεισθαι μὴ δυναμένος. τὸν μὲν οὖν τῶν περὶ κοσμοποιίας λόγων ἀκροατὴν καὶ τῶν περὶ πολιτείας ἀκροᾶσθαι δυνατόν, τὸν δὲ τῶν πολιτείας ἀνασχόμενον διὰ δυνάμεως ὑπερβολὴν ἀπολείπεσθαι τῶν περὶ τοῦ παντὸς ἀκροάσεων τῶν ἀδυνάτων ἐστίν. δι’ ἔνδειαν ἄρα καὶ οὐ δι’ ὑπεροχὴν, ὡς φασί τινες, ὁ τέταρτος ἀπολέλειπται τῶν προκειμένων λόγων, καὶ τὴν ἀσθένειαν οὐ τῶν ἄλλων πρὸς αὐτὸν ἀσυμμετρίαν, ἀλλ’ αὐτοῦ πρὸς τοὺς ἄλλους ὑφεσιν ἑτέων· ἔστω μὲν γὰρ ἡ ἀδυναμία καὶ ἐπὶ τῶν ἀπὸ τοῦ νοητοῦ κατιόντων καὶ ἐπὶ τῶν ἀναγομένων ἐκ τῆς θεωρίας τῶν αἰσθητῶν, οἷαν ὁ ἐν Πολιτείᾳ Σωκράτης ἱστόρησεν· ἀλλ’ ὁ τῶν πολιτικῶν λόγων ἀκροατῆς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
