# In Platonis Timaeum Commentaria 1.82.1

Proclus, In Platonis Timaeum Commentaria, 1.82.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.82.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.82.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 17 BC] τας τοὺς τῶν εἰκόνων λόγους, τὰ δὲ ἀπ’ αὐτῶν οὐκ ἐξισχύει πᾶσαν τὴν τῶν αἰτίων περιλαμβάνειν δύναμιν. ὥσπερ οὖν τῶν ἐν τῇ πρώτῃ συνουσίᾳ προσώπων ἐν τῇ δευτέρᾳ πεποίηται μνήμην, οὕτω τῶν ἐν τῇ δευτέρᾳ σεσιωπημένων ἐν τῇ 10 5 τρίτῃ διαμνημονεύει· τὰ γὰρ αἰτιατὰ τελειότερον ἂν ἐν τοῖς ὑπερέτοις αὐτῶν αἰτίοις θεωρηθείη. λέγοις δ’ ἂν θεολογικῶς καὶ ὅτι ὁ μὲν Τίμαιος ὡς ἀνάλογον ἰστάμενος τῇ ὅλῃ δημιουργίᾳ πάντα περιεῖληφε, τὰ πρόσωπα, τὰς ὑποσχέσεις, τοὺς λόγους αὐτούς, ὁ δὲ ἐν Πολιτείᾳ Σωκράτης ἀνάλογον 10 τῇ ἀπλότητι τῆς τριπλῆς δημιουργίας τεταγμένος σφαίνει μόνον τὸ τῆς πολιτείας εἶδος οὐράνιον ὄν. ἐνταῦθα οὖν ὡς ἐν ἐνὶ παντελεῖ ζῷῳ πάντα περιεῖληπται, τὰ τε πρῶτα καὶ μέσα καὶ τελευταῖα, καὶ ἡ σύμπασα τῶν ὅλων ἀνέλιξις. πῶς δὲ καὶ τρίτον ἡ πολιτεία παραδίδεται καὶ διὰ ποίαν 15 αἰτίαν; ἢ ὅτι καὶ τῆς ψυχῆς ἡ ζωὴ τριπλῆ τις ἐστί· πρώτη μὲν ἡ τὸν λόγον καταστέλλουσα καὶ κοσμοῦσα τῇ δίκῃ καὶ κατευθύνουσα δεόντως, δευτέρα δὲ ἡ πρὸς ἑαυτὴν ἐπεστραμμένη καὶ ἑαυτὴν ἐφιεμένη νοεῖν κατὰ τὴν ἑαυτῆς οὖσαν δικαιοσύνην, τρίτη δὲ ἡ πρὸς τὰ αἴτια ἀνιοῦσα καὶ ἐνιδρύ- 20 B οῦσα ἐκείνοις τὰς οἰκείας ἐνεργείας. ἐπεὶ καὶ τὸ διὰ βραχέων εἰπεῖν εἰκόνα φέρει τῆς συνεσπειραμένης εἰς τὸν ἕνα νοῦν ζωῆς καὶ τοῦ νοητῶς πάντα περιλαμβάνειν, καὶ τὸ ἐπάνελθε θαυμαστὴν ἐνδείξιν παρέχεται τῆς εἰς τὸ ἀκρότατον τέλος συναγωγικῆς τελειότητος καὶ τῆς αἰωνιατέρας, 25 εἰ βούλει λέγειν, νοήσεως· τοῦτο γὰρ σημαίνει τὸ βεβαιωθῆναι μᾶλλον, τὸ μονιμώτερον καὶ αἰωνιώτερον περὶ τὰ αὐτὰ σχεῖν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
