# In Platonis Timaeum Commentaria 1.83.9

Proclus, In Platonis Timaeum Commentaria, 1.83.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.83.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.83.9

τῶν αὐτῶν ἔνδειξιν, ἐπεὶ οὕτωσι μετὰ τὴν ἀνακίνησιν τῆς ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 17 BC] Σωκράτους. ἐν δὴ τούτοις πολλῇ τῶν ἐξηγητῶν ἀμφισβήτησις γραφόντων καὶ ἀντιγραφόντων ἀλλήλοις περὶ μιᾶς τινος στιγμῆς καὶ πρὸς τὴν στιγμήν ταύτην ἄλλως καὶ ἄλλως ἐξηγουμένων τὸν τῆς Πολιτείας σκοπόν· οἱ μὲν γὰρ ἐν τῷ πολιτείας στέξαντες τὸν σκοπὸν αὐτῆς ἀφορῶνται πρὸς τὴν ἐπιγραφὴν καὶ τὸν Πλάτωνα μαρτυροῦμενοι περὶ πολιτείας· οἱ δὲ ἐν τῷ τῶν λόγων εἶναι μὲν περὶ δικαιοσύνης ἀποφαίνονται τὸν σκοπόν, κεφάλαιον δὲ τι τῶν εἰρημένων τῆς δικαιοσύνης ἕνεκα παρεισικυλῆθην εἶναι τοῦτο δὴ τὸ περὶ πολιτείας. εἰ δὴ δεῖ μὴ φληναφᾶν λέγοντας καὶ ἀντιλέγοντας, ὁρῆτον ἀμφότερά πη συντρέχειν ἀλλήλοις· ὁ τε γὰρ περὶ δικαιοσύνης λόγος ὑπὲρ πολιτείας ἐστὶ τῆς ἕνδον· τῶν γὰρ ἐν ἡμῖν δυνάμεων τὴν κοινωνίαν ὀρθῶς διατεθῆσθαι· καὶ ὁ περὶ πολιτείας ὑπὲρ δικαιοσύνης ἐστὶ τῆς ἐν πλήθει γνομένης. ἀμφότερα οὖν εἰς ταὐτὸν ἥκει, καὶ τὸ αὐτὸ δικαιοσύνη μὲν ἐστὶν ἐν ψυχῇ, πολιτεία δὲ ἐν πόλει, κοσμιότης δὲ ἐν κόσμῳ, καὶ οὐ δεῖ πράγματα ἔχειν τὰ τῇ φύσει συνημμένα διαιροῦντας ἀπ’ ἀλλήλων. καὶ τοῦτο μὲν ταύτη· Λογγῖνος δὲ καὶ Ὀριγένης ἀπ’ ἀλλῆς ἀρχῆς ἀμφισβητοῦσιν ἀλλήλοις, περὶ ποίας πολιτείας ἐν τούτοις ὁ Σωκράτης διαλέγεται, πότερον τῆς πρώτης ἢ τῆς μέσης· ἰδεῖν γὰρ τὴν πολιτείαν ἔχει φυσικῶς τε ζῶσαν καὶ πολεμικῶς καὶ νοερῶς. ὁ μὲν οὖν Λογγῖνος περὶ τῆς μέσης οἴεται γεγενῆσθαι τὸν λόγον ἐνταῦθα, διότι τοὺς ἐπικούρους καλεῖ φύλακας καὶ τοὺς φύλακας φησιν εἶναι τοὺς πολεμήσοντας· ὁ δὲ Ὀριγένης περὶ τῆς πρώτης· ἐν ταύτῃ γὰρ μαθήματα παραδίδωσι τοῖς φύλαξι. ἡμεῖς δὲ καὶ πρὸς τούτους ἐροῦμεν, ὡς οὐ δεῖ τὴν μίαν πολιτείαν διασπᾶν οὐδὲ τὴν συνέχειαν τῆς ζωῆς διαιρεῖν ἀφ’ ἑαυτῆς· μία γὰρ ἐστὶ πολιτεία ἑαυτὴν τελειοῦσα καὶ συναύξουσα τελειοτέροις προσθήκαις· ἔχει γὰρ ἡ πᾶσα καὶ τὸ φυσικὸν ἐν τοῖς θηρίοις, καὶ τὸ πολεμικὸν ἐν τοῖς ἐπικούροις, καὶ τὸ νοερὸν ἐν τοῖς φύλαξι. ὥστε περὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
