# In Platonis Timaeum Commentaria 1.91.1

Proclus, In Platonis Timaeum Commentaria, 1.91.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.91.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.91.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 17D 18A] φερομένοις, ὡς ἀσύμμετροι πρὸς αὐτὰ καὶ ὡς ἄρδην ἀφανίζοντες αὐτῶν τὴν ἀταξίαν καὶ ἀποκόπτοντες τὴν ὀλιγὴν πλεονεξίαν· τὰ μὲν γὰρ οὐδὲ ὑπομένει τὸν τοιούτον κόσμον, ἀλλ’ εὐθὺς εἰς τὸ μὴ ὂν οἴζεται φερόμενα, τὰ δὲ πλημμελῶς κινηθέντα καταστέλλεται παρὰ τῆς ἐν τῷ παντὶ Δίκης καὶ τῶν τῆς τάξεως φρουρητικῶν δυνάμεων τῆς ἀναταγωνίστου ζωῆς. διὸ καὶ νῦν εἴπε τοῖς ἐντυγχάνουσιν εἶναι τοὺς προπολεμοῦντας τῆς πόλεως χαλεπούς· εἰσὶ γὰρ οἱ καὶ τὴν θέαν οὐκ ἂν ἐνέγκοιεν αὐτῶν. ὅλους δὲ καὶ περὶ αὐτὰς τὰς ψυχὰς εἰσὶ καὶ ἀναγωγοὶ δυνάμεις καὶ καθαρκταί, κριτέας τε ἔφοροι καὶ δίκης, καὶ δῆλον, ὡς αἱ μὲν τοῖς φύλαξιν ἀνάλογον, αἱ δὲ τοῖς ἐπικούροις· καὶ περὶ τὰ σώματα αἱ μὲν εἰσὶ συννεκτικαὶ δυνάμεις, αἱ δὲ διαλυτικαί, καὶ δῆλον, ὡς αἱ μὲν τοῖς φύλαξιν, αἱ δὲ τοῖς προπολεμοῦσιν ἀνάλογον· τὰ γὰρ μηκέτι μένειν ἐν οἰκείᾳ τάξει δυνάμενα πρὸς τὸ πᾶν ἀναπλοῦσιν, ἵνα πάντα ἢ τεταγμένα καὶ μηδὲν ἀόριστον ἢ πλημμελές. εἰ δὲ ἀποβλέψειας καὶ εἰς αὐτὸν τὸν ὅλον δημιουργὸν καὶ τὸ ἄτρεπτον τῶν θεῶν καὶ ἀμείλικτον, οὐδὲ καὶ ἡ ἐν θεοῖς ποίησις φύλακας ὠνόμασε τοῦ Διός, ἔχοις ἂν καὶ τὴν ἐν τῷ πατρὶ τῶν διττῶν τούτων γενῶν προϋπάρχουσαν αἰτίαν· διὰ μὲν γὰρ τὸ ὂν τὸ δημιουργικὸν πάντα κεκόσμηται, διὰ δὲ τὴν ἄτρεπτον ἐν αὐτῷ φρουρὰν μένει πᾶσα ἡ διακόσμησις αἰώνιος, πάσης ἀταξίας ἄρδην ἀφανιζομένης. ἴδοις δ’ ἂν ἐκεῖ καὶ τὴν Δίκην τὴν μετὰ τοῦ Διὸς τὰ πάντα κατευθύνουσαν — ἔπειτα γὰρ αὐτῷ πρὸ τοῦ θελοῦ νόμου τιμωρός — καὶ τὴν ἐνόπλιον τάξιν, μεθ’ ἧς διατάττει τὸ πᾶν, ὥσπερ λέγουσιν οἱ τὰς τιτανομαχίας τε καὶ γιγαντομαχίας ἀναγράψαντες. ἀλλὰ ταῦτα μὲν καὶ εἰσαυθίς. τὸ δ’ ἐξωθεν καὶ ἐνδοθεν δύνατο ἂν τις καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
