# In Platonis Timaeum Commentaria 2.106.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.106.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.106.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.106.1-2

Ε ποιῶν καὶ ἀγέννητον τὸν κόσμον· τὸ μὲν γὰρ πᾶν κατὰ ταῦτά φησιν ὁ Πλάτων [leg. l. c.] καὶ ὡσαύτως κινεῖσθαι καὶ καθ’ ἕνα λόγον καὶ μίαν τάξιν· ἡ δὲ ἀνακύκλησις οὕτως, ὥσπερ λέγεται, τὴν μίαν ἀναιρεῖ τάξιν τῆς κινήσεως. ἀλλ’ αὐτὴ μὲν ὅπως διαμεμυθολόγηται πρὸς τοῦ καθηγεμόνος ἡμῶν ἐν τοῖς εἰς ἐκεῖνον ἀναγεγραμμένοις τὸν διάλογον εἴρηται τῷ Πλάτωνι κατὰ νοῦν. τὸ δὲ ἐν τῷ αὐτῷ τὸ ἀμετάβατον ἐν τῇ μεταβάσει δηλοῖ καὶ τὸ κρατεῖσθαι τῇ στάσει τὴν κίνησιν· διότι γὰρ οὐκ ἔστι κενὸν ἔξω τοῦ παντός, δεῖ δὲ κινεῖσθαι τὸ πᾶν σῶμα. φυσικὸν ὄν — ἀρχὴ γὰρ ἡ φύσις κινήσεως — περὶ ἑαυτὸ κινεῖται στρεφόμενον καὶ ἐν τῷ αὐτῷ τόπῳ· τὸν γὰρ ὅλον κατέχει τόπον ὁ τοῦ παντὸς ὄγκος καὶ τοῖς μέρεσι τὰ μέρη τοῦ διαστήματος, καὶ ὡς ὅλον ἀμετάβατον ὄν μετακινεῖται τοῖς μορίοις. τὸ δὲ ἐν ἑαυτῷ δι’ αὐτὴν ταύτην τὴν τῶν μορίων ἀντιμετάστασιν· οὐ γὰρ ἄλλον δεῖται τοῦ μεθισταμένου πρὸς τὴν ἑαυτοῦ κίνησιν, ἀλλ’ αὐτὸ ἑαυτῷ παραχωρεῖ καὶ αὐτὸ ἑαυτῷ ἀντιμεθίσταται, ὥστε ἐν ἑαυτῷ κινεῖται τῶν μορίων αὐτοῦ ταῖς ἀλλήλων κινήσεσιν ἀντιμεθισταμένων. ἔχεις οὖν διὰ μὲν τοῦ κατὰ ταῦτὰ τὸ αἰδίον, διὰ δὲ τοῦ ἐν τῷ αὐτῷ τὸ ἀμετάβατον, διὰ δὲ τοῦ ἐν ἑαυτῷ τὸ εἶδος τῆς μεταβάσεως, ἐκ δὲ ἀπάντων, ὅτι ἡ κυκλοφορία κίνησίς ἐστιν ἀκατάληκτος ἐν τῷ ἐνὶ τόπῳ μένουσα καὶ ἐπιτελουμένη κατὰ τὴν τῶν μορίων ἀντιπαραχώρησιν. τοιαύτη δὲ οὖσα δῆλον ὡς ὁμοιότατη πρὸς τὸν νοῦν ἐστιν· καὶ γὰρ ὁ νοῦς αἰωνίως νοεῖ καὶ ἐπὶ τῆς αὐτῆς ἵδρυται τάξεως, καὶ πάντα τὰ ἐν αὐτῷ νοερὰ ἐστι καὶ ἐνεργητικώτατα καὶ ζωὴν ἔχοντα ἄγρυπνον. καὶ τοῦτο μὲν δῆλον. ἐκεῖνο δὲ ἄξιον θαυμάσαι τοῦ Πλάτωνος, ὅτι περὶ μὲν τῆς οὐσίας τοῦ παντὸς διαλεγόμενος πρὸς τὸ νοητὸν ζῷον ἀπεικάζεν αὐτήν, περὶ δὲ τῆς κινήσεως νῦν ἀναδιδάσκων ἐπὶ τὸν νοῦν αὐτῆς ἀναπέμπει τὴν ὁμοίωσιν, ἀναλογίαν ἡμῖν καὶ ἐν ἐκείνοις ἀπὸ τούτων παραδιδούς, ὡς τὸ μὲν νοητὸν οὐσίας ἔχει λόγον, ὁ δὲ νοῦς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
