# In Platonis Timaeum Commentaria 2.107.1

Proclus, In Platonis Timaeum Commentaria, 2.107.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.107.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.107.1

ἐνεργείας. καὶ ὅτι. τὸ πᾶν σφαιροειδὲς εἰπὼν ὅμως καὶ κύκλῳ κινεῖσθαι δέδωκεν αὐτῷ καὶ στρέφεσθαι· δοκεῖ γὰρ κατὰ τὸν μέγιστον ἐν αὐτῷ κύκλον κύκλῳ κινεῖσθαι· διότι δὲ καὶ ὁ κύλινδρος κύκλῳ κινεῖται κυλιόμενος, ἀκριβείας ἕνεκα προσέθηκε τὸ στρεφόμενον. καὶ ὅτι τὰς ἔξ κινήσεις ἀφαιρεῖ τοῦ παντός· ἰδιώτατον γὰρ ἐπ’ αὐτοῦ τοῦτό ἐστιν, ἐπεὶ τοῖς τε ἄστροις ὑπάρχει καὶ *** τὸ ἔμπροσθεν. ὧντως οὖν ἀπλανὴς ὁ κόσμος ἐστίν, οὐ μόνον ὅτι τὸ ἀκρότατον αὐτοῦ τοιοῦτον, ἀλλὰ καὶ ὅτι μίαν καὶ ἀπλὴν καὶ τὴν αὐτὴν κινεῖται κίνησιν. δεῖ δὲ ἐφιστάνειν, ὅπως καὶ τὸ εἶδος τῆς κινήσεως τὸ ὑπάρχον τῷ κυριωτάτῳ τοῦ παντὸς ὡς ὅλῳ τῷ κόσμῳ προσῆκον αὐτῷ ἔφατο δεδοῦσθαι παρὰ τοῦ πατρὸς· καὶ γὰρ τὰ ἄλλα πάντα μετέχει τῆς τοῦ κόσμου κυκλοφορίας, καὶ τὸ ἀπλανὲς ὑπάρχει τοῖς μὲν ἐναργέστερον, τοῖς δὲ ἀμυδρότερον· τὰ μὲν γὰρ ὑπὸ γῆς δεύματα ἀτάκτως φερόμενα καὶ ἄλλοτε ἄλλως πλανᾶσθαι μάλιστα λέγεται. τὰ δὲ ὑπὸ σελήνην στοιχεῖα, κατὰ φύσιν ποθὲν ποῖ κινούμενα, ἧττονος μετέχει πλάνης· τῷ γὰρ ἀπ’ ἄλλης χώρας ἐπ’ ἄλλην μεθίστασθαι πλανητὰ ἐστι. τὰ δὲ ἐν οὐρανῷ θεῖα σώματα καὶ τούτων ἧττον πλανᾶται, καθόσον καὶ τὴν κατὰ μῆκος καὶ τὴν κατὰ πλάτος ποιεῖται κίνησιν, κατὰ δὲ τὸ ὁμαλὲς καὶ τεταγμένον καὶ κατὰ τὸν ἕνα λόγον τῆς κινήσεως ἀπλανὴ ἐστιν. αὐτὸς δὲ ὁ κόσμος κυριώτατα καλοῖτο ἂν ἀπλανής, ὡς μηδὲ ἔμφασιν ἄλλης κινήσεως ἐπιδεχόμενος. ἐπεὶ καὶ τῶν ἀσωμάτων εἰ βούλοιο διαιρεῖν πλανᾶται μὲν ἡ ἄλογος διαφερόντως ζωή, μέτρον οὐκ ἔχουσα τῶν ἐνεργειῶν ἀφ’ ἑαυτῆς. ταύτης δὲ ἧττον ἡ ὀρθοδοξαστικὴ ψυχή· μετέχει γὰρ πῶς καὶ αὐτὴ πλάνης τῷ τὴν αἰτίαν ἀγνοεῖν. ἔτι δὲ καὶ ταύτης ἧττον ἡ ἐπιστήμων· ἐπὶ γὰρ ταύτης μόνον τὸ μεταβατικὸν εἶδος τῆς ζωῆς ποιεῖ τὴν πλάνην, διότι μὴ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
