# In Platonis Timaeum Commentaria 2.108.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.108.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.108.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.108.1-2

πρὸς ἓν τέτακται νοητὸν ἄλλοτε ἐν ἄλλοις εἴδεσι γιγνομένη. μόνος δὲ ἀπλανὴς ἐν τοῖς οὖσιν ὁ νοῦς, ἀεὶ τὸ αὐτὸ νοῶν καὶ πρὸς τὸ αὐτὸ καὶ περὶ τὸ αὐτὸ ἐνεργῶν. εἰκότως οὖν καὶ ὁ κόσμος ὁ τὸν νοῦν κατὰ τὴν φορὰν μιμούμενος ὡς ἐστὶν ἀπλανής, ἀεὶ τὴν αὐτὴν ὡσαύτως μονοειδῆ ποιούμενος περίοδον. τῷ δὲ αὐτῷ τούτῳ κινουμένῳ τὸν τρόπον οὐδεμιᾶς δεῖ ποδῶν προσθήκης ἢ τῶν πορευτικῶν ὅλως ὀργάνων, διόπερ ἄσκελές καὶ ἄπουν ἐγένετο τὸ πᾶν. τοῦτο ἄρα καὶ οἱ θεολόγοι βουλόμενοι πῶς ἡμῖν ἐνδείξασθαι τὸν τοῦ σωματικοῦ δημιουργὸν θεὸν ἄμφιγυήειν εἴωθασιν καλεῖν, ὡς ἄσκελές καὶ ἄπουν ὑποστήσαντα τὸ πᾶν, ἐφ’ ᾧ καὶ οἱ θεοὶ γελῶσιν ἄσβεστον γέλωτα καὶ τῷ γέλῳτι πρόνοιαν ποιοῦνται τῶν ἐγκοσμίων ἀκατάληκτον. Οὕτος δὴ πᾶς ὢντος ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν ποτὲ ἐσόμενον θεὸν λογισθεὶς λεῖον καὶ ὀμαλὸν πανταχῇ τε καὶ ἐκ μέσου ἴσον καὶ ὅλον καὶ τέλειον ἐκ τελείων σωμάτων σῶμα ἐποίησε [34AB]. Τὸν ἕνα νοῦν μιμούμενος καὶ τὴν ἐν ἑνὶ περιεχομένην τῶν ὅλων νόησιν συνάγει πάντα εἰς ταὐτὸν ὁ λόγος καὶ πρὸς ἓν ἀνάγει πάντα κεφάλαιον, τὴν τοῦ σωματικοῦ συστήματος δημιουργίαν. δεῖ τοίνυν καὶ ἡμᾶς ἀναμνησθῆναι τῶν προειρημένων. οὖκοῦν εἴρηται, ὅτι τὰ στοιχεῖα δι’ ἀναλογίας ὁμολογήσαντα πάντα ἐν τῷ κόσμῳ παρεῖληπται, καὶ ὅτι γέγονεν ὅλον ἐξ ὅλων τὸ πᾶν, καὶ ὅτι σφαιρικὸν καὶ λεῖον καὶ γνώσιν ἔχον αὐτὸ ἑαυτοῦ καὶ κίνησιν ἐν ἑαυτῷ. τούτων δὲ εἰρημένων δῆλον μέν, ὡς αὐτὸς ὁ σύμπας κόσμος ὁμοίωται πρὸς τὸ παντελὲς ζῷον, ἡ δὲ καθ’ ὅλα αὐτοῦ διακόσμησις ταῖς δευτέραις καὶ τρίταις αἰτίαις ἀνὰ λόγον πρό- <pg>10</pg>

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
