# In Platonis Timaeum Commentaria 2.110.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.110.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.110.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.110.1-2

τὸ δὲ αὐ ποτὲ ἔσόμενον οὐ τῆς κατὰ χρόνον ἐστὶν ἀρχῆς σημαντικόν, ὡς οἴεται Ἀττικός, ἀλλ’ ὅτι τὴν οὐσίαν ἔχει τῷ χρόνῳ συνεξευγμένην· χρόνος γὰρ ἅμα οὐρανῷ γέγονε, καὶ ὁ τε κόσμος ἐγχρονος καὶ ὁ χρόνος ἐγκόσμιος· συμπαραἥχθησαν γὰρ ἀλλήλοις καὶ συνυπέστησαν ἀπὸ τῆς μιᾶς δημιουργίας. ἔστιν οὖν τὸ ποτὲ τοῦτο οὐ χρόνου μόριον, ἀλλ’ <ὁ> ὅλος χρόνος, ὡς πρὸς τὸ ἀεὶ ὂν παραβαλλόμενος· ἐκεῖνο γὰρ τὸ ὄντως ἀεὶ, τὸ δὲ χρονικὸν ἀεὶ ποτὲ ἐστὶν ὡς πρὸς τὸ αἰώνιον, ὥσπερ καὶ τὸ γεννητῶς ὂν μὴ ὂν ἐστὶ πρὸς τὸ νοητῶς ὂν. κἂν εἰς ἅπαντα οὖν τὸν χρόνον ὁ κόσμος ἦ, ἀλλὰ καὶ τὸ εἶναι αὐτοῦ γίνεσθαι ἐστὶ καὶ ἀεὶ ἐν μορίῳ χρόνου ἐστί, τοῦτο δὲ ἐστὶ ποτὲ καὶ οὐχ ἅμα ἐν τῷ παντὶ χρόνῳ, ἀλλ’ ἀεὶ ποτέ· τὸ μὲν γὰρ αἰώνιον ἐν ὅλῳ ἐστὶν ἀεὶ τῷ αἰῶνι, τὸ δὲ ἐγχρονὸν ἐν τινὶ χρόνῳ ἀεὶ ἐστιν, ἄλλοτε ἐν ἄλλῳ. ὡς οὖν πρὸς τὸν ἀεὶ ὄντα Θεὸν οὕτως εἰκότως καλεῖται ποτὲ ἔσόμενος· καὶ γὰρ ὡς πρὸς νοερὸν ἐκεῖνον οὕτος αἰσθητός. γίγνεται μὲν οὖν ἀεὶ τὸ αἰσθητόν, ἐστὶ δὲ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
