# In Platonis Timaeum Commentaria 2.115.1

Proclus, In Platonis Timaeum Commentaria, 2.115.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.115.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.115.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34B] τοῦ κόσμου ψυχὴν, τὴν πανταχοῦ παροῦσαν ὁμοίως καὶ πᾶσιν ἐξουσιάζουσαν καὶ πάντα ἄγουσαν ταῖς ἑαυτῆς κινήσεσιν. αὐτῶν δὲ τῶν θείων τούτων ἀνδρῶν ὁ μὲν Πορφύριος ψυχὴν εἶναι λαβὼν ταύτην τὴν τοῦδε τοῦ παντὸς τὸ μέσον κατὰ τὴν οὐσίαν ἐξηγεῖται τὴν ψυχικὴν· μέση γὰρ ἐστὶ τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν. καὶ οὕτωσι μὲν ὁ λόγος ῥηθεὶς οὐδὲν ἂν δόξειεν λέγειν ὡς πρὸς γε τὴν τοῦ Πλάτωνος ῥησίν· εἰ δὲ ἐκεῖνοι λάβοιμεν, τὸ τὸ πᾶν ἐκ νοῦ καὶ ψυχῆς καὶ σώματος συμπεπληρωθῆναι καὶ εἶναι ζῶν ἐμψυχον ἔννουν, μέσῃν εὑρήσομεν ἐν τῷ συστήματι τούτῳ τὴν ψυχὴν. τοῦτο οὖν ὁ Πλάτων προειπὼν καὶ νῦν οὐδὲν ἄλλο δόξειεν ἂν λέγειν ἢ ὅτι διὰ παντὸς τέταται ἡ ψυχὴ τοῦ κόσμου, μέσῃν ἐν αὐτῷ λαχοῦσα τάξιν· μετέχει γὰρ ἀεὶ τὰ δεύτερα τῶν πρὸ αὐτῶν, ὥσπερ σῶμα ψυχῆς, ἔσχατον ὄν μέσης, καὶ ψυχὴ νοῦ πρὸ αὐτῆς ὄντος. ὁ δὲ δὴ φιλόσοφος Ἰάμβλιχος ἀξιοῖ ψυχὴν ἀκούειν ἡμᾶς τὴν ἐξηρημένην καὶ ὑπερόκοσμιον καὶ ἀπόλυτον καὶ πᾶσιν ἐνεξουσιάζουσαν· μηδὲ γὰρ εἶναι περὶ τῆς κοσμικῆς τῷ Πλάτῳ τὸν λόγον, ἀλλὰ περὶ τῆς ἀμεθέκτου ψυχῆς καὶ ὑπὲρ πάσας τὰς ἐγκοσμίας ὡς μονάδος τεταγμένης· εἶναι γὰρ τοιαύτην τὴν πρώτην ψυχὴν καὶ τὸ μέσον ἐπὶ ταύτης ὡς πᾶσιν ὁμοίως παρούσης, διὰ τὸ μηδενὸς εἶναι σώματος μηδὲ ἐν σχέσει πῶ γεγενέσθαι κατὰ μηδένα τρόπον, καὶ πάντα ὁμοίως ψυχούσης καὶ πάντων ἴσον ἀφεστώσης· οὐ γὰρ ἄλλων μὲν ἤττον, ἄλλων δὲ μᾶλλον ἀφέστηκεν — ἄσχετος γὰρ — ἀλλ’ ὁμοίως ἀπάντων, εἰ καὶ μὴ πάντα τὸν αὐτὸν αὐτῆς ἀφεστήκοι τρόπον· ἐν γὰρ τοῖς μετέχουσι τὸ μᾶλλον ἐστὶ καὶ ἤττον. ὁ δὲ γε ἡμέτερος καθηγεμὼν προσφύεστερον τοῖς τοῦ Πλάτωνος ὁήμασιν ἐποιεῖτο τὴν ἐξήγησιν· τῆς γὰρ τοῦ παντὸς ψυχῆς ἔχουσης μὲν τι καὶ ὑπερόκοσμιον καὶ ἐξηρημένον τοῦ παντός, καθ’ συνήπται πρὸς τὸν νοῦν, ὁ δὴ κεφαλὴν αὐτῆς ὁ τε Πλάτων ἐν τῷ Φαίδρῳ [248 A]

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
