# In Platonis Timaeum Commentaria 2.116.35

Proclus, In Platonis Timaeum Commentaria, 2.116.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.116.35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.116.35

11 ἐνδειξώμεθα ll.: em Kroll 13 χρείττον P 22 πύργον P Q | χῆς ὑπέστησε καὶ ὡς τὰ μέρη πρὸ τῶν ὅλων, οὕτω καὶ τὴν ψύχωσιν ἀπὸ τελευταίων ἀρχόμενος παραδίδωσι· τὴν μὲν γὰρ ἄνωθεν προερχομένην εἴρηκε [30B], νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι θεὶς, τὴν δὲ κατ’ ἐπιστροφὴν ἐν τούτοις ἀναδιδάσκει, τὸ μέσον πρῶτον ψυχῶν, ἔπειτα τὸ πᾶν· μέχρι γὰρ τοῦ κέντρου πρόεισιν ὁ τῆς ζωογονίας ὄχετός, ὡς καὶ τὰ λόγια φησι, διαλεγόμενα περὶ τοῦ μέσου τῶν πέντε κέντρων ἄνωθεν διήκοντος διαμπὰς ἐπὶ τὸ καταντικρὺ διὰ τοῦ κέντρου τῆς γῆς· καὶ πέμπτον μέσον ἄλλο πυρίοχον, ἔνθα κάτεισιν μέχρις ὕλαιων ὀχετῶν ζωηφόριον πῦρ. εἰς ἃ τοίνυν ἔληξεν ἡ ψύχωσις, ἀπὸ τούτων ἀρξάμενος ἐπὶ τὴν ὅλην ἀνατρέχει ζωοποιΐαν, καὶ πρὸ ταύτης τὴν ἐξηρημένην θεωρεῖ δύναμιν τῆς ψυχῆς. οὐκ ἄρα τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῷ κέντρῳ τιθέμεθα (τοῦτο γὰρ ἐξήρηται τοῦ παντός), ἀλλὰ τινα δύναμιν αὐτῆς φρουρητικὴν τῆς ὅλης τάξεως· οὐδὲν γὰρ ἄλλο τοῦ παντὸς μεταστὰν οὕτως ἐστὶ τῶν ὅλων ἄρδην ἀναιρετικὸν ὡς τὸ κέντρον καὶ ἡ τοῦ κέντρου δύναμις, περὶ ἣν ἡ χορεία τοῦ παντός. διὸ μοι δοκεῖ καὶ ὁ Πλάτων δαιμονίως οὐχὶ τὴν ψυχὴν ἐν μέσῳ θεῖναι τοῦ παντός, ἀλλὰ ψυχήν. διαφέρει δὲ ταῦτα ἀλλήλων, ὅτι τὸ μὲν ἐν τῷ κέντρῳ τὴν ὅλην ἰδρύει, τὸ δὲ δύναμιν αὐτῆς ἐφίστησι τῷ μέσῳ καὶ ἄλλοις ἄλλην. λέγει γοῦν οὕτωσί· ψυχὴν δὲ ἐν μέσῳ τιθεὶς, ὁ ταυτόν ἐστι· ψυχῆς μετουσίαν καὶ τῷ μέσῳ δούς καὶ διατείνας αὐτῆς εἰς τὸ πᾶν τὰς ὅλας δυνάμεις ἀφήκεν ἔξω τοῦ παντὸς τὴν πασῶν θειοτέραν ἐφ’ ἑαυτῆς ἰδρυμένην καὶ τὸν ὅλον κόσμον ἐξηρημένως συνέχουσαν. καὶ τί δεῖ λέγειν ἄνω καὶ κάτω τὴν διάνοιαν τοῦ Πλάτωνος θηρεύοντας; αὐτὸς γὰρ ὁ φιλόσοφος μικρὸν προελθὼν καὶ περὶ τῆς ψυχώσεως αὐτῆς διαταττόμενός φησιν [36E]· ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν διαπλακεῖσα κύκλῳ τε αὐτὸν περικαλύψασα αὐτὴ ἐν ἑαυτῇ στρεφομένη. ταῦτα δὲ οὐδὲν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
