# In Platonis Timaeum Commentaria 2.12.1

Proclus, In Platonis Timaeum Commentaria, 2.12.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.12.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.12.1

ἀνελίξει λόγος προιών. νῦν δὲ λέγωμεν, ὡς ἐπεὶ διαστατὸς ἐστιν ὁ κόσμος καὶ αἰσθήσει ληπτός, διὰ τε ὄράσεως γνωρίζεται καὶ ἀφῆς, ὡς μὲν ὅλος δι’ ὅλου φωτὸς πεπληρωμένος ὁρατὸς ὢν, ὡς δὲ στερεὸς ἅπτος ὑπάρχων· ἐξαρκεῖ γὰρ αὐτῷ διὰ τῶνδε τῶν αἰσθήσεων πάντα τὰ αἰσθητὰ περιλαβεῖν. καὶ ἐστιν ὡς ἐν τοῖς τέτρασιν στοιχείοις ἀεὶ οὐσίαν ἐν τῷ κόσμῳ νοουμένοις ἐναντία ταῦτα, τὸ ὁρατὸν καὶ ἅπτον· ταῦτα γὰρ ὡς πλεῖστον ἀφεστῶτα καὶ ὑπὸ τὸ αὐτὸ γένος <ὄντα> ἐναντία· καὶ γὰρ αἰσθητὰ ἄμφω, καὶ τοῦτο αὐτῶν τὸ κοινὸν γένος, καὶ πλεῖστον ἀφέστηκεν, εἴπερ τὸ μὲν ἀμέσως αἰσθητόν, τὸ δὲ οὐκ ἀμέσως. εἰ δὲ ζητοῦμεν τὰ ὡς ἐν μεταβλητοῖς ἐναντία τῶν στοιχείων, οὐ τὸ πῦρ καὶ τὴν γῆν, ἀλλὰ τὸ πῦρ καὶ τὸ ὕδωρ ἐροῦμεν. μάλιστα γὰρ τὸ ὕδωρ σβέννυσι τὸ πῦρ. καὶ ἐστὶν ἐκάτερος τῶν λόγων ἀληθής. κοινὸν δὲ ἀμφοῖν τὸ ἐν τοῖς ἄκροισ τιθέναι τὴν ἐναντίωσιν, καὶ ταύτῃ συμφωνοῦσιν αἱ αἱρέσεις, ὡς μὲν ἐν αἰσθητοῖς τῷ πυρὶ τῆς γῆς ἐναντίας οὖσης, ὡς δὲ ἐν τοῖς μεταβλητοῖς τῷ πυρὶ τοῦ ὕδατος. διὸ καὶ αὐτὸς τῷ ἅπτῳ τὸ ὁρατὸν ἀντέθηκεν, ἢ αἰσθητὰ τὰ στοιχεῖα λαμβάνων, ὡς ἂν μήπω τὴν μεταβολὴν αὐτῶν ἐπισκοπῶν, καθ’ ἣν μᾶλλον ἠναντίωται τῷ πυρὶ τὸ ὕδωρ τῆς γῆς. καὶ οὐχ ὡς οἴεται Θεόφραστος, ἄτελής ἐστιν ὁ λόγος. ἀπορεῖ γὰρ οὕτως· τί δή ποτε πυροὸς μὲν ἴδιον εἶπε τὸ ὁρατὸν καὶ γῆς τὸ ἅπτον, τῶν δὲ λοιπῶν στοιχείων οὐδέν; λέγομεν δὴ οὖν πρὸς αὐτόν, ὅτι καὶ ἡμεῖς ὁρῶμεν τὸν κόσμον καὶ ἅπτομεθα αὐτοῦ, γεύομεθα δὲ ἢ ἀκούομεν αὐτοῦ ἢ ὀσφραινόμεθα οὐκέτι, καὶ αὐτὸς δὲ ὁ κόσμος ἑαυτῷ καὶ ὁρατὸς ἐστι καὶ ἅπτος· ὡς μὲν φωτοειδής, ὁρατός, διὰ τοῦ θείου φωτὸς ἑαυτὸν ὁρῶν, ὃ τέταται διὰ τοῦ οὐρανοῦ παντὸς τῇ ἱριδι προσφερὲς ὢν, ὡς φησιν ὁ ἐν Πολιτείᾳ [X 616 B] Σωκράτης· ἐκεῖνο γὰρ ἐστὶ τὸ πρῶτως ὁρατικόν, δι’ ὅλου

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
