# In Platonis Timaeum Commentaria 2.12.2

Proclus, In Platonis Timaeum Commentaria, 2.12.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.12.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.12.2

ἀνελίξει λόγος προιών. νῦν δὲ λέγωμεν, ὡς ἐπεὶ διαστατὸς ἐστιν ὁ κόσμος καὶ αἰσθήσει ληπτός, διὰ τε ὁράσεως γνωρίζεται καὶ ἀφῆς, ὡς μὲν ὅλος δι’ ὅλου φωτὸς πεπληρωμένος ὁρατὸς ὢν, ὡς δὲ στερεὸς ἀπτὸς ὑπάρχων· ἐξαρκεῖ γὰρ αὐτῷ διὰ τῶνδε τῶν αἰσθήσεων πάντα τὰ αἰσθητὰ περιλαβεῖν. καὶ ἐστιν ὡς ἐν τοῖς τέττασι στοιχείοις ἀεὶ οὐδὲν ἐν τῷ κόσμῳ νοουμένοις ἐναντία ταῦτα, τὸ ὁρατὸν καὶ ἀπτόν· ταῦτα γὰρ ὡς πλεῖστον ἀφεστῶτα καὶ ὑπὸ τὸ αὐτὸ γένος 141 ἐναντία· καὶ γὰρ αἰσθητὰ ἄμφω, καὶ τοῦτο αὐτῶν τὸ κοινὸν γένος, καὶ πλεῖστον ἀφέστηκεν, εἴπερ τὸ μὲν ἀμέσως αἰσθητόν, τὸ δὲ οὐκ ἀμέσως. εἰ δὲ ζητοῖμεν τὰ ὡς ἐν μεταβλητοῖς ἐναντία τῶν στοιχείων, οὐ τὸ πῦρ καὶ τὴν γῆν, ἀλλὰ τὸ πῦρ καὶ τὸ ὕδωρ ἐροῦμεν. μάλιστα γὰρ τὸ ὕδωρ σβέννυσι τὸ πῦρ. καὶ ἐστιν ἐκάτερος τῶν λόγων ἀληθής. κοινὸν δὲ ἄμφοιν τὸ ἐν τοῖς ἄκροισ τιθέναι τὴν ἐναντιώσιν, καὶ ταύτῃ συμφωνοῦσιν αἱ αἱρέσεις, ὡς μὲν ἐν αἰσθητοῖς τῷ πυρὶ τῆς γῆς ἐναντίας οὖσης, ὡς δὲ ἐν τοῖς μεταβλητοῖς τῷ πυρὶ τοῦ ὕδατος. διὸ καὶ αὐτὸς τῷ ἀπτῷ τὸ ὁρατὸν ἀντέθηκεν, ἢ αἰσθητὰ τὰ στοιχεῖα λαμβάνων, ὡς ἂν μήπω τὴν μεταβολὴν αὐτῶν ἐπισκοπῶν, καθ’ ἣν μᾶλλον ἠναντίωται τῷ πυρὶ τὸ ὕδωρ τῆς γῆς. καὶ οὐχ ὡς οἴεται Θεόφραστος, ἀτελῆς ἐστιν ὁ λόγος. ἀπορεῖ γὰρ οὕτως· τί δὴ ποτε πυρὸς μὲν ἴδιον εἶπε τὸ ὁρατὸν καὶ γῆς τὸ ἀπτόν, τῶν δὲ λοιπῶν στοιχείων οὐδέν; λέγομεν B δὴ οὖν πρὸς αὐτόν, ὅτι καὶ ἡμεῖς ὁρῶμεν τὸν κόσμον καὶ ἀπτόμεθα αὐτοῦ, γεγόμεθα δὲ ἢ ἀκούομεν αὐτοῦ ἢ ὀσφραινόμεθα οὐκέτι, καὶ αὐτὸς δὲ ὁ κόσμος ἐαντῷ καὶ ὁρατὸς ἐστι καὶ ἀπτός· ὡς μὲν φωτοειδής, ὁρατός, διὰ τοῦ θελοῦ φωτὸς ἐαντὸν ὁρῶν, ὃ τέταται διὰ τοῦ οὐρανοῦ παντὸς τῇ ζῳιδι προσφερεὲς ὢν, ὡς φησιν ὁ ἐν Πολιτείᾳ [X 616 B] Σωκράτης· ἐκεῖνο γὰρ ἐστὶ τὸ πρῶτως ὁρατικόν, δι’ ὅλου

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
