# In Platonis Timaeum Commentaria 2.122.2-2

Proclus, In Platonis Timaeum Commentaria, 2.122.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.122.2-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.122.2-2

ὁ οὖν κατὰ τὴν τοῦ πατρὸς βούλησιν ζῶν καὶ τὸ νοερὸν ἄτρεπτον σῴζων τὸ ἐκεῖθεν ἐνδεδομένον εὐδαίμων ἐστί. καὶ τὸ μὲν πρῶτον τῆς εὐδαιμονίας εἶδος καὶ παντελὲς ἐστί τὸ κοσμικόν. δεύτερον δὲ τὸ τῶν θεῶν τῶν ἐγκοσμίων, οὓς καὶ ἐν Φαίδρῳ [247A 250B] θεοὺς εὐδαίμονας προσηγόρευσεν ἐπομένους τῷ μεγάλῳ Διί. τρίτον δὲ ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσιν· ἄλλη γὰρ ἀγγέλων ἀρετὴ καὶ ἄλλη δαιμόνων καὶ τρίτη τις ἄλλη τῶν ἡρωϊκῶν γενῶν, καὶ τὸ τῆς εὐδαιμονίας εἶδος τριπλοῦν καθ’ ἕκαστον γένος ἐξαλλαττόμενον. τέταρτον δὲ τὸ ἐν ταῖς ἀχράντοις ψυχαῖς, αἱ καὶ τὰς καθόδους ἀπήμονας ποιοῦνται καὶ προβέβληνται ζωὴν ἀμείλικτον καὶ ἀδάμαστον. πέμπτον δὲ τὸ ἐν ταῖς μερικαῖς ψυχαῖς, καὶ τοῦτο πολυειδές· οὐ γὰρ ὡσαύτως εὐδαιμονεῖ ψυχὴ σελήνη τε ὁπαδὸς οὖσα καὶ τῆς ἠλιακῆς ἐξητημένη τάξεως, ἀλλ’ ὡςπερ τὸ εἶδος τῆς ζωῆς ἕτερον, οὕτω καὶ ἡ τελειότης διαφόροις ἀφορίζειται μέτροις. ἔσχατον δὲ τὸ ἐν τοῖς ἀλόγοις ζῴοις ὁρώμενον· πᾶν γὰρ τὸ τῆς κατὰ φύσιν προσηκούσης αὐτῷ τελειότητος τυγχάνον εὐδαίμων ἐστι· διὰ γὰρ τῆς οἰκείας τελειότητος συνάπτεται πρὸς τὸν οἰκεῖον δαίμονα καὶ τυγχάνει τῆς παρ’ ἐκείνου προνοίας. τοσαυ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
