# In Platonis Timaeum Commentaria 2.123.3

Proclus, In Platonis Timaeum Commentaria, 2.123.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.123.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.123.3

in Q 6 αὐτοῦ Q τὴν ψυχὴν Q 11 an αὐτοκίνητον? 114 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34BC] D αὐτὰ τὰ ὄντα καὶ τὴν οὐσίαν τὴν ἀληθινὴν ἀνατρέχομεν. ἔσται οὖν ἡ μὲν ἄνωθεν θεωρία μενόντων, ἡ δὲ κάτωθεν ἀποστάντων, καὶ κρίσις ἡ μὲν ἀπὸ τῶν κατ’ οὐσίαν πρεσβυτέρων ὡρισμένη κατὰ νοῦν ἐπὶ ζώων, ἡ δὲ ἀπὸ τῶν δευτέρων ἐπὶ τὰ πρῶτα μετιοῦσα πεπτωκότων· μένουσι μὲν γὰρ τὸ ὄντως ὄν, πεπτωκότες δὲ τὸ μὴ ὄν ἐγγύς· τὸ τε γὰρ μένον ἐν τῷ ὄντι μένει καὶ τὸ πεπτωκὸς ἐν τῷ μὴ ὄντι κεῖται, προσεχέστερον δὲ ἑκατέρῳ τὸ ἐν ᾧ ἐστι. ταῦτ’ οὖν ὁ Πλάτων εἰδὼς καὶ ὅπως αὐτὸς ἀπὸ τῶν ὑφεμένων ἐπὶ τὰ κρεῖττω κατὰ τινὰ πρόοδον εὐτακτον ἀνέδραμεν, ἀξιοῖ σε καὶ τῆς τῶν πραγμάτων μεμνησθαι φύσεως, καθ’ ἣν τὸ πρεσβύτερον τοῦ νεοτέρου κρεῖττον, καὶ διὰ τῆσδε τῆς κοινῆς ἐννοίας καὶ τὴν ψυχὴν τοῦ σώματος προτιττεῖν· πρεσβυτέρα γὰρ ἐκείνη, τὸ δὲ νεώτερον. καὶ τοῦτο ὑπέμνησε δι’ ὑποθετικῆς ἀγωγῆς· εἰ γὰρ ἄρχει τοῦ σώματος ἡ ψυχή, πρεσβύτερα ἐστὶ τοῦ σώματος. ἀλλὰ μὴν ἄρχει τοῦ σώματος· ἄγει γὰρ αὐτὴ πάντα τὰ κατ’ οὐρανὸν ταῖς ἑαυτῆς κινήσεσι, καὶ τὸ μὲν σῶμα ἑτεροκίνητόν ἐστιν, ἡ ψυχὴ δὲ καὶ ἑαυτὴν καὶ τὰ ἄλλα πέφυκε κινεῖν. πρεσβύτερα ἄρα τοῦ σώματός ἐστιν. εἰ δὲ τοῦτο, δεῖ διανοεῖσθαι περὶ αὐτῆς ὡς οὐχ ὑστέρας τοῦ σώματος γενομένης, ὅ δὴ ποιοῦντες ἡμεῖς διετελέσαμεν, ἀλλ’ ἄνωθεν αὐτὴν ὑποστήσαντας οἷον ἐκφαινόμενον ἀπ’ αὐτῆς τὸν σωματικὸν ὄγκον θεωρεῖν· κατ’ ἐκείνην γὰρ ὑπέστη τὸ πᾶν, τὴν μὲν πρόοδον αὐτῆς διὰ τοῦ ὄγκου μιμησάμενον, τὴν δὲ ἐπιστροφὴν διὰ τοῦ σχήματος. ἀλλὰ ταῦτα μὲν εἰσαυθίς. Νῦν δέ, εἰ βούλει, καὶ τὴν τοῦ Πλάτωνος λέξιν καθ’ ἕκαστον τῶν ῥημάτων θεωρήσωμεν. πρότον οὖν εὐθὺς τὸ τὴν δὲ ψυχὴν ὅτι περὶ πάσης λέγει τῆς ψυχῆς τὸ ἄοθρον προστεθέν ἐδήλωσεν· οὐ γὰρ ὡς περ πρότερον [34B] ψυχὴν δὲ ἐν μέσῳ θεὶς εἶπεν, ἀλλὰ τὴν δὲ ψυχὴν· ἐκεῖ μὲν γὰρ δύναμις ἦν ψυχῆς ὅλης ἡ περὶ τὸ μέσον, ἐνταῦθα δὲ ἡ πᾶσα ψυχὴ πρεσβύτερα λέγεται τοῦ σώματος. ἐπὶ δὲ τούτῳ τὸ πρεσβύτερον καὶ τὸ νεώ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
