# In Platonis Timaeum Commentaria 2.124.1

Proclus, In Platonis Timaeum Commentaria, 2.124.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.124.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.124.1

D αὐτὰ τὰ ὄντα καὶ τὴν οὐσίαν τὴν ἀληθινὴν ἀνατρέχομεν. ἔσται οὖν ἡ μὲν ἄνωθεν θεωρία μενόντων, ἡ δὲ κάτωθεν ἀποστάντων, καὶ κρίσις ἡ μὲν ἀπὸ τῶν κατ’ οὐσίαν πρεσβυ-τέρων ὡρημένη κατὰ νοῦν ἔτι ζώντων, ἡ δὲ ἀπὸ τῶν δευ-τέρων ἐπὶ τὰ πρῶτα μετιοῦσα πεπτωκότων· μένουσι μὲν γὰρ τὸ ὄντως ὄν, πεπτωκὼσι δὲ τὸ μὴ ὄν ἐγγύς· τὸ τε γὰρ μένον ἐν τῷ ὄντι μένει καὶ τὸ πεπτωκὸς ἐν τῷ μὴ ὄντι κεῖται, προσεχέστερον δὲ ἑκατέρῳ τὸ ἐν ᾧ ἔστι. ταῦτ’ οὖν ὁ Πλάτων εἰδὼς καὶ ὅπως αὐτὸς ἀπὸ τῶν ὑφειμένων ἐπὶ τὰ κρεῖττω κατὰ τινὰ πρόοδον εὐτάκτον ἀνέδραμεν, ἀξιοῖ σε καὶ τῆς τῶν πραγμάτων μεμνῆσθαι φύσεως, καθ’ ἣν τὸ πρεσβύτερον τοῦ νεωτέρου κρεῖττον, καὶ διὰ τῆσδε τῆς κοι-νῆς ἐννοιᾶς καὶ τὴν ψυχὴν τοῦ σώματος προτάττειν· πρεσβυ-τέρα γὰρ ἐκείνη, τὸ δὲ νεώτερον. καὶ τοῦτο ὑπέμνησε δι’ ὑποθετικῆς ἀγωγῆς· εἰ γὰρ ἄρχει τοῦ σώματος ἡ ψυχή, πρεσβυτέρα ἔστι τοῦ σώματος. ἀλλὰ μὴν ἄρχει τοῦ σώματος· ἄγει γὰρ αὐτὴ πάντα τὰ κατ’ οὐρανὸν ταῖς ἑαυτῆς κινήσεσι, καὶ τὸ μὲν σῶμα ἑτεροκίνητόν ἐστιν, ἡ ψυχὴ δὲ E καὶ ἑαυτὴν καὶ τὰ ἄλλα πέφυκε κινεῖν. πρεσβυτέρα ἄρα τοῦ σώματός ἐστιν. εἰ δὲ τοῦτο, δεῖ διανοεῖσθαι περὶ αὐτῆς ὡς οὐχ ὑστέρας τοῦ σώματος γενομένης, ὅ δὴ ποιοῦντες ἡμεῖς διετελέσαμεν, ἀλλ’ ἄνωθεν αὐτὴν ὑποστήσαντας οἷον ἐκφαι-νόμενον ἀπ’ αὐτῆς τὸν σωματικὸν ὄγκον θεωρεῖν· κατ’ ἐκείνην γὰρ ὑπέστη τὸ πᾶν, τὴν μὲν πρόοδον αὐτῆς διὰ τοῦ ὄγκου μιμησάμενον, τὴν δὲ ἐπιστροφὴν διὰ τοῦ σχήματος. ἀλλὰ ταῦτα μὲν εἰσαυθίς. Νῦν δέ, εἰ βούλει, καὶ τὴν τοῦ Πλά-τωνος λέξιν καθ’ ἕκαστον τῶν ῥημάτων θεωρήσωμεν. πρῶ-τον οὖν εὐθὺς τὸ τὴν δὲ ψυχὴν ὅτι περὶ πάσης λέγει τῆς ψυχῆς τὸ ἄρθρον προστεθὲν ἐδήλωσεν· οὐ γὰρ ὥσπερ πρότερον [34B] ψυχὴν δὲ ἐν μέσῳ θείς εἶπεν, ἀλλὰ τὴν δὲ ψυχήν· ἐκεῖ μὲν γὰρ δύναμις ἦν ψυχῆς ὅλης ἡ περὶ τὸ μέσον, ἔνταῦθα δὲ ἡ πᾶσα ψυχὴ πρεσβυτέρα λέγεται τοῦ σώματος. ἐπὶ δὲ τούτῳ τὸ πρεσβύτερον καὶ τὸ νεώ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
