# In Platonis Timaeum Commentaria 2.126.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.126.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.126.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.126.1-2

τὸ σῶμα σύνεξιν κατὰ τὴν τοῦ πατρὸς βούλησιν ἐπιτελουμένην. Ἄλλὰ πῶς ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πῃ καὶ λέγομεν [34 C]. Διὰ ποίαν αἰτίαν ἀπὸ τῶν νεωτέρων ὡς πρεσβυτέρων ἐπὶ τὰ κατ’ οὐσίαν πρεσβύτερα μεταβιβάζειν ἡμῶν βουλόμεθα τὸν νοῦν; ὅτι καθεσθόντι ἔοικεν ὁ ἡμέτερος νοῦς καὶ ἀναπεπλησμένῳ τῆς ἀλόγου καὶ πλημμελοῦς φύσεως· τὸ γὰρ προστυχὸν καὶ τὸ εἰκῇ τούτων σημαντικὰ ἐστιν· ἐπεὶ γὰρ καὶ αἴσθησιν ἔχομεν καὶ προβέβληται τὰ αἰσθητὰ ἡμῶν, οἷς καὶ σύντροφοί ἐσμεν, τῶν νεωτέρων μέν, ἡμῖν δὲ οἰκειοτέρων πρώτων ἀντιλαμβανόμεθα, καὶ διὰ μὲν τὴν αἴσθησιν εἰκῇ φερόμεθα, διὰ δὲ τὰ αἰσθητὰ προσβάλλοντα ἡμῖν κατὰ τὸ προστυχὸν ζῶμεν. εἴτε δὲ αἴσθησιν εἴχομεν τῶν αἰσθητῶν μὴ παρόντων, οὐκ ἂν εἰκαίως ἐζῶμεν· ἔστι γὰρ ἐν ἡμῖν τὸ εἰκαῖον, ἔξωθεν δὲ τὸ προστυχόν· καὶ γὰρ οἱ ἄνω μένοντες αἴσθησιν ἔχουσιν ἠρεμοῦσαν. εἴτε τὰ αἰσθητὰ παρῆν αἰσθήσεως οὐκ οὔσης, οὐδὲν ἂν ἦν ἡμῖν προστυχόν· ἐπειδὴ δὲ καὶ αἴσθησιν ἔχομεν καὶ τὰ αἰσθητὰ πρὸ ὀμμάτων ἐστὶν ἡμῶν, εἰκῇ τε ζῶμεν καὶ κατὰ τὸ προστυχὸν καὶ, ὅ φασί, κάτω κάρα ποιοῦμεθα τὴν τῶν ὄντων κρίσιν. ὁ καὶ Ἐμπεδοκλῆς [frg. 2, 2D.] ἡμῶν κατοδυρόμενος ἔφη· πολλὰ δὲ δεῖλ’ ἔμπαια, τὰ τ’ ἄμβλύνουσι μερίμνας· πολλὰ γὰρ ἐμπίπτοντα τοῖς ὄντως ἡμῖν δειλοῖς, ὡς φυγάσι θεόθεν γενομένοις, ἄμβλύνει τὴν τῶν ὄντων θεωρίαν. ἐπειδὴ δέ, ὥσπερ καὶ οὗτος ὁ φιλόσοφος εἶπεν, ἔξωθεν ἔφηκεν ἡμῖν τοῦτο τὸ προστυχὸν καὶ τὸ εἰκαῖον, διὰ τοῦτο καὶ ὁ Πλάτων μετέχειν ἡμᾶς αὐτῶν εἶπεν, ἀλλ’ οὐκ ἀπὸ τῆς οὐσίας ἡμῶν ἀνεγείρεσθαι ταῦτα· νοεροὶ γὰρ ἐσμεν κατ’ οὐσίαν. ἐπειδὴ δὲ μέθεξις ἐστὶ καὶ ἀπὸ τῶν θειοτέρων, τὸ πολὺ προσέθηκεν, ἵνα τὸ ἄοριστον καὶ συγκεχυμένον ἐνδείξηται <pg>P Q</pg>

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
