# In Platonis Timaeum Commentaria 2.127.1

Proclus, In Platonis Timaeum Commentaria, 2.127.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.127.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.127.1

τῆς τοιαύτης μετουσίας· ἡ γὰρ τῶν θειοτέρων μέθεξις ἑνώσιν ἐπάγει καὶ ὅρον καὶ τάξιν τοῖς μετέχουσιν. Ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρχουσαν ἄρχομένου συνεστήσατο ἐκ τῶνδὲ τε καὶ τοιῶδε τρόπῳ [34C]. Ὁ μὲν Πορφύριος ὑποδιελὼν γενέσει μὲν πρεσβυτέραν, ἀρετῇ δὲ προτέραν ἀκούει τὴν ψυχὴν τοῦ σώματος· δυνατόν δὲ ἄμφω καθ’ ἑκάτερον ἀκούειν καὶ τῇ γενέσει τὸ προτέραν καὶ πρεσβυτέραν συνάπτειν καὶ τῇ ἀρετῇ πάλιν ἑκάτερον. ἔστι δὲ γένεσις ἐπὶ τῆς ψυχῆς οὐχ ἡ κατὰ χρόνον (ἀγέννητον γὰρ καὶ ἀνώλεθρον ἔδειξεν ἐν Φαίδρῳ [246A] τὴν ψυχὴν), ἀλλ’ ἡ κατ’ οὐσίαν πάροδος ἀπὸ τῶν νοητῶν αἰτίων· ἔστι γὰρ τῶν ὄντων τὰ μὲν νοητὰ καὶ ἀγέννητα, τὰ δὲ αἰσθητὰ καὶ γεννητά, τὰ δὲ μεταξὺ τούτων νοητὰ καὶ γεννητά· τὰ μὲν γὰρ ἔστιν ἀσύνθετα πάντη καὶ ἀμέριστα καὶ διὰ τοῦτο ἀγέννητα, τὰ δὲ σύνθετα καὶ μεριστὰ καὶ διὰ τοῦτο γεννητά· τὰ δὲ ἐν μέσῳ τούτων νοητὰ καὶ γεννητά, ἀμέριστα τε ὄντα καὶ μεριστὰ τὴν φύσιν, ἁπλᾶ τε καὶ σύνθετα τρόπον ἕτερον. ἄλλη οὖν ἡ ἐπὶ ψυχῆς γένεσις καὶ ἄλλη ἡ ἐπὶ σώματος· ἡ μὲν προτέρα καὶ πρεσβυτέρα· προσεχεστέρα γὰρ ἔστι τῷ πάντων δημιουργῷ· ἡ δὲ δευτέρα καὶ νεωτέρα· πορρωτέρω γὰρ ἔστι τῆς μιᾶς αἰτίας. ἔτι δὲ ἀρετὴ πάρεστι μὲν καὶ τῇ ψυχῇ, πάρεστι δὲ καὶ τῷ σώματι καὶ τῷ ὅλῳ ζῷῳ, ἀλλὰ θειοτέρα μὲν ἡ τῆς ψυχῆς, ὑφειμένη δὲ ἡ τοῦ σώματος, καὶ ἡ μὲν ἡγεμονικωτέρα καὶ ἐγγυτέρω τῶν τῆς νοητῆς ἀρετῆς ἐνιαίων αἰτίων, ἡ δὲ ἐπομένη καὶ πορρώτερον ἐκείνων. δηλοῖ δὲ ἡ μὲν γένεσις τὴν πρόοδον, ἡ δὲ ἀρετὴ τὴν τελείωσιν καὶ τὴν ἐπιστροφὴν· ὧν τὸ μὲν ἐκ τῆς πηγαίας ψυχῆς, τὸ δὲ ἐκ τῆς πηγαίας ἀρετῆς ὑπάρχει ταῖς ψυχαῖς. καὶ μὴν καὶ αὐτὸ τὸ πρότερον καὶ πρεσβύ- 4 δεσπότιν P cum (e) Pl. | cf. p. 118, 10. 29 5 ξυνεστήσατο A δ Ξ F (Σ) Pl. 9 καθ’ ἑκάτερον? Kroll 12 φαίδρῳ Q 5 (in Phaedro dicit Plato ἀγέννητόν τε καὶ ἀθάνατον): φαίδωνι P (in Phaedone saepius ueluti 88B 95B ἀθάνατόν τε καὶ ἀνώλεθρον). cf. Tim. 52A ἀγέννητον καὶ ἀνώλεθρον 27 αἰτίων P; cf. p. 118,9 31 μὴν P: μὲν Q

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
