# In Platonis Timaeum Commentaria 2.130.1

Proclus, In Platonis Timaeum Commentaria, 2.130.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.130.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.130.1

ὑπέστησε, πέμπτον, ὅπως καὶ ἐπὶ τῆς ψυχῆς τὴν τῶν γενῶν σύγκρασιν ληπτέον, ἕκτον ἐπὶ τούτοις τὸ ἀμέριστον καὶ μεριστὸν τίνα ποτὲ ἔστι διελθεῖν, ἕβδομον τὴν τοῦ Πλάτωνος λέξιν γνωρίμω ποιῆσαι καὶ τοῖς προειρημένοις ἀποδείξαι πᾶσι συνάδουσαν· ἐὰν γὰρ ταῦτα τῷ λόγῳ περιλαβεῖν δυνατοὶ γενώμεθα, τέλος ἔξομεν τῆς τῶν προκειμένων ἐξετάσεως τὸν ἡμῖν δυνατὸν τρόπον ἐμμελῆς. ἀρχτέον οὖν ἀπὸ τοῦ πρώτου, διότι καὶ τῶν παλαιῶν τινες ἐπέπληξαν τῷ Πλάτωνι λέγοντες· οὐκ ὀρθῶς ἀρχὴν ἀρχῆς ἐπιζητεῖ καὶ γένεσιν ἀγενήτου πράγματος· εἰ γὰρ καὶ τῶν πρώτων τὰ αἴτια ζητήσομεν καὶ τῶν αὐθυποστάτων γενέσεις ἐπινοήσομεν, εἰς ἄπειρον προιοῦντες λησόμεθα καὶ τέλος οὐδὲν ἔχοντες τῆς θεωρίας· ὥσπερ γὰρ ὁ πάντα ἀποδεικτὰ νενομικῶς αὐτὴν μάλιστα τὴν ἀπόδειξιν ἀναιρεῖ, τοῦτον τὸν τρόπον καὶ ὁ πάντων αἰτίας ἐπιζητῶν ἄρδην ἀνατρέπει τὰ ὄντα πάντα καὶ τὴν τάξιν αὐτῶν τὴν ἀπὸ τινος ὁρισμένης ἀρχῆς προιοῦσαν. τωιαῦτα μὲν ὁ Θεόφραστος ἐπιτιμᾷ τῷ Πλάτωνι περὶ τῆσδε τῆς ψυχογονίας, οὐδὲ ἐπὶ τῶν φυσικῶν πάντων λέγων δεῖν ἡμᾶς ἐπιζητεῖν τὸ διὰ τί· γελοῖον γάρ, φησίν, ἀπορεῖν, διὰ τί καλεῖ τὸ πῦρ καὶ διὰ τί φύχει ἡ χιών. οἱ δὲ ὑπὲρ τοῦ Πλάτωνος πρὸς αὐτὸν ἀντιγράψαντες τὸ μὲν τὸ ὅτι μόνον τῶν φυσικῶν γιγνώσκειν ἄλογον εἶναι γνῶσιν φασὶ καὶ δοξαστικὴν ἢ αἰσθητικὴν ἀντιληψιν αὐτῶν, τὸ δὲ καὶ τὸ διότι προστιθέναι καὶ τὰς αἰτίας αὐτῶν θηρᾶν ὄντως εἶναι νοῦ καὶ διανοίας ἐπιστήμων ἔργον· ταύτη γὰρ διαφέρει δόξα ὀρθὴ καὶ ἐπιστήμων λόγος. ἡμεῖς δὲ ἀμφοτέρων ἀκούοντες εὑ μὲν λέγειν οἴομεθα τοὺς δευτέρους, ἥδεως δ’ ἂν ἐροίμεθα τὸν Θεόφραστον πρότερον αὐτόν, πότερον οὖ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
