# In Platonis Timaeum Commentaria 2.133.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.133.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.133.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.133.1-2

αὐτῆς οὐκ ὄντος· αὐτὸ δὲ τοῦτο οὐκ ἀληθές, τὸ πρωτίστην εἶναι τῶν ὅλων τὴν ψυχὴν· ἀνάγκη γάρ, ὅπερ περὶ τοῦ σώματος φησιν Ἀριστοτέλης, πεπερασμένον ὄν ἀεὶ λαμβάνειν δύναμιν τοῦ κινεῖσθαι ἀεί, ἀλλ’ οὐχ ἅμα τὴν ἄπειρον εἰληφέναι, ταὐτὸν καὶ περὶ ψυχῆς λέγειν μὴ ἅμα πάντα ἐνεργούσης, ὡς τὴν ἄπειρον δύναμιν, ἀφ’ ἧς ἀεὶ ἐνεργεῖ, οὐχ ἅμα πᾶσαν ἔχει ἢ ἐνεργεῖ <κατὰ> πᾶσαν, ἔχουσα ἀεὶ μίαν ἐνέργειαν· πάσης γὰρ δυνάμεως ἐνέργεια μία μιᾶς. ἀεὶ ἄρα λαμβάνει τὴν τοῦ ἐνεργεῖν ἀεὶ δύναμιν καὶ διὰ 10 τοῦτο οὐκ ἀεὶ ὡσαύτως ἐνεργεῖ, ἀλλὰ ἄλλοτε ἄλλως. ὥστε συλλήβδην ἀληθές, ὅτι πᾶν τὸ κατὰ χρόνον ἐνεργοῦν δέχεται ἀεὶ τὴν τοῦ ἐνεργεῖν δύναμιν, ἀλλ’ οὐχ ἅμα δέδεκται ὅλην· καὶ ταύτη γενητὸν ἐστιν. ὅτι δὲ οὐ πρῶτον ἢ ψυχὴ δήλον· τὸ μὲν γὰρ πρῶτον πᾶσι παρέστι, καὶ μετέχειν ἀνάγκη 15 πάντα τῆς πάντων ἀρχῆς ἢ μὴ μετέχοντα παντάπασι ἀπολωλέναι· πᾶσι γὰρ ἢ οὐσία καὶ ἢ ὑπαρξὶς ἀπὸ τῆς πρωτίστης ἀρχῆς· ψυχὴ δὲ οὐ πᾶσι παρέστιν, οὐδὲ πάντα μετέχειν ἀνάγκη ψυχῆς, ἀλλὰ τὰ μὲν ἄψυχα, τὰ δὲ ἔμψυχα τῶν σωμάτων ἐστί. καὶ τὸ μὲν πρῶτον ἕν εἶναι δεῖ· πλήθος γὰρ 20 ὃν ἔχει πρὸ αὐτοῦ τὸ ἑνοποιόν· οὐ γὰρ διεσπαρμένον ἔσται τὸ πλήθος· ἢ δὲ ψυχὴ πλήθος ἐστί. καὶ τὸ μὲν πρῶτον ἐπέκεινα πάσης οὐσίας, ἐπειδή πᾶσα οὐσία πλήθος ἔχει μεθ’ ἑαυτῆς· ἑτερότης γὰρ ἐν αὐτῇ καὶ ταυτότης ζωὴ τε καὶ αἰώνιος ἐνέργεια· ἢ δὲ ψυχὴ οὐσία. καὶ τὸ μὲν πρῶτον πανταχοῦ γένος ἀκάκωτόν ἐστι, τὸ δὲ τῶν ψυχῶν κακύνεσθαι 25 πῃ πέφυκεν· καὶ ὅλως τοῦτο διὰ πολλῶν ἐπιδείκνυται λόγων. ἐπεὶ δὲ οὗτός ἐστιν ὁ τοῦ Πλάτωνος διὰ τὴν εἰρημένην αἰτίαν σκοπός, αὐτὴν ἡμῖν ἀναπτύσσει τὴν ψυχικὴν οὐσίαν, ὅπως ὑπέστη καὶ ἐκ ποίων στοιχείων καὶ κατὰ ποίους λόγους ἀναδιδάσκων· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον ὅτι 30 μέν ἐστιν ἕν αὐτῷ πρόσωπον καὶ χεῖρες καὶ μηροὶ καὶ πόδες

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
